호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Προηγμένα μὲν οὖν εἶναι ἃ καὶ ἀξίαν ἔχει, οἱο͂ν ἐπὶ μὲν τῶν ψυχικῶν εὐφυϊάν, τέχνην, προκοπὴν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν σωματικῶν ζωήν, ὑγίειαν, ῥώμην, εὐεξίαν, ἀρτιότητα, κάλλοσ <καὶ τὰ παραπλήσια>· ἐπὶ δὲ τῶν ἐκτὸσ πλοῦτον, δόξαν, εὐ‐ γένειαν καὶ τὰ ὅμοια. ἀποπροηγμένα δ’ ἐπὶ μὲν τῶν ψυχικῶν ἀφυϊάν, ἀτεχνίαν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν σωματικῶν θάνατον, νόσον, ἀσθένειαν, καχεξίαν, πήρωσιν, αἶσχοσ καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν ἐκτὸσ πενίαν, ἀδοξίαν, δυσγένειαν καὶ τὰ παραπλήσια· οὔτε δὲ προήχθη οὔτ’ ἀποπροήχθη τὰ οὐδετέρωσ ἔχοντα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기