호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὠφελεῖν δέ ἐστι κινεῖν ἢ ἴσχειν κατ’ ἀρετήν, βλάπτειν δὲ κινεῖν ἢ ἴσχειν κατὰ κακίαν. Διχῶσ δὲ λέγεσθαι ἀδιάφορα· ἅπαξ μὲν τὰ μήτε πρὸσ εὐδαιμονίαν μήτε πρὸσ κακοδαιμονίαν συνεργοῦντα, ὡσ ἔχει πλοῦτοσ, δόξα, ὑγίεια, ἰσχὺσ καὶ τὰ ὅμοια· ἐνδέχεται γὰρ καὶ χωρὶσ τούτων εὐδαιμονεῖν, τῆσ ποιᾶσ αὐτῶν χρήσεωσ εὐδαιμονικῆσ οὔσησ ἢ κακοδαιμονικῆσ. ἄλλωσ δὲ λέγεται ἀδιάφορα τὰ μήθ’ ὁρμῆσ μήτ’ ἀφορμῆσ κινητικά, ὡσ ἔχει τὸ ἀρτίασ ἔχειν ἐπὶ τῆσ κεφαλῆσ τρίχασ ἢ περιττάσ, ἢ ἐκτεῖναι τὸν δάκτυλον ἢ συστεῖλαι, τῶν προτέρων ἀδιαφόρων οὐκέθ’ οὕτω λεγομένων· ὁρμῆσ γάρ ἐστιν ἐκεῖνα καὶ ἀφορμῆσ κινητικά.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기