- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 78:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 78:)

Τῶν δὲ περαντικῶν λόγων οἱ μὲν ὁμωνύμως τῷ γένει λέγονται περαντικοί:? οἱ δὲ συλλογιστικοί. συλλογιστικοὶ μὲν οὖν εἰσιν οἱ ἤτοι ἀναπόδεικτοι ὄντες ἢ ἀναγόμενοι ἐπὶ τοὺς ἀναποδείκτους κατά τι τῶν θεμάτων ἤ τινα, οἱο῀ν οἱ τοιοῦτοι "εἰ περιπατεῖ Δίων, <κινεῖται Δίων: ἀλλὰ μὴν περιπατεῖ Δίων>: κινεῖται ἄρα Δίων. " περαντικοὶ δέ εἰσιν εἰδικῶς οἱ συνάγοντες μὴ συλλογιστικῶς, οἱο῀ν οἱ τοιοῦτοι, "ψεῦδός ἐστι τὸ ἡμέρα ἐστὶ καὶ νύξ ἐστι: ἡμέρα δέ ἐστιν: οὐκ ἄρα νύξ ἐστιν. " ἀσυλλόγιστοι δ εἰσὶν οἱ παρακείμενοι μὲν πιθανῶς τοῖς συλλογιστικοῖς, οὐ συνάγοντες δέ, οἱο῀ν "εἰ ἵππος ἐστὶ Δίων, ζῷόν ἐστι Δίων: <ἀλλὰ μὴν ἵππος οὐκ ἔστι Δίων>: οὐκ ἄρα ζῷόν ἐστι Δίων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION