호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τῶν δ οὐχ ἁπλῶν ἀξιωμάτων συνημμένον μέν ἐστιν, ὡς ὁ Χρύσιππος ἐν ταῖς Διαλεκτικαῖς φησι καὶ Διογένης ἐν τῇ Διαλεκτικῇ τέχνῃ, τὸ συνεστὸς διὰ τοῦ "εἰ" συναπτικοῦ συνδέσμου.? ἐπαγγέλλεται δ ὁ σύνδεσμος οὗτος ἀκολουθεῖν τὸ δεύτερον τῷ πρώτῳ, οἱο῀ν "εἰ ἡμέρα ἐστί, φῶς ἐστι. " παρασυνημμένον δέ ἐστιν, ὡς ὁ Κρῖνίς φησιν ἐν τῇ Διαλεκτικῇ τέχνῃ, ἀξίωμα ὃ ὑπὸ τοῦ "ἐπεί" συνδέσμου παρασυνῆπται ἀρχόμενον ἀπ ἀξιώματος καὶ λῆγον εἰς ἀξίωμα, οἱο῀ν "ἐπεὶ ἡμέρα ἐστί, φῶς ἐστιν. " ἐπαγγέλλεται δ ὁ σύνδεσμος ἀκολουθεῖν τε τὸ δεύτερον τῷ πρώτῳ καὶ τὸ πρῶτον ὑφεστάναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기