호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐξ ἀξιωμάτων δέ, οἱο῀ν "εἰ ἡμέρα ἐστί, φῶς ἐστι.? " Ἐν δὲ τοῖς ἁπλοῖς ἀξιώμασίν ἐστι τὸ ἀποφατικὸν καὶ τὸ ἀρνητικὸν καὶ τὸ στερητικὸν καὶ τὸ κατηγορικὸν καὶ τὸ καταγορευτικὸν καὶ τὸ ἀόριστον, ἐν δὲ τοῖς οὐχ ἁπλοῖς <ἀξιώμασι> τὸ συνημμένον καὶ τὸ παρασυνημμένον καὶ τὸ συμπεπλεγμένον καὶ τὸ διεζευγμένον καὶ τὸ αἰτιῶδες καὶ τὸ διασαφοῦν τὸ μᾶλλον καὶ τὸ ἧττον. : : καὶ ἀποφατικὸν μὲν οἱο῀ν "οὐχὶ ἡμέρα ἐστίν. " εἶδος δὲ τούτου τὸ ὑπεραποφατικόν. ὑπεραποφατικὸν δ ἐστὶν ἀποφατικὸν ἀποφατικοῦ, οἱο῀ν "οὐχὶ ἡμέρα οὐκ ἔστι": τίθησι δὲ τὸ "ἡμέρα ἐστίν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기