호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔστι δὲ καὶ ἐπαπορητικόν τι πρᾶγμα διενηνοχὸς ἀξιώματος, ὃ εἰ λέγοι τις, ἀποροίη ἄν:? ἆρ ἔστι συγγενές τι λύπη καὶ βίος· οὔτε δ ἀληθῆ ἐστιν οὔτε ψευδῆ τὰ ἐρωτήματα καὶ τὰ πύσματα καὶ τὰ τούτοις παραπλήσια, τῶν ἀξιωμάτων ἢ ἀληθῶν ἢ ψευδῶν ὄντων. Τῶν ἀξιωμάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δ οὐχ ἁπλᾶ, ὥς φασιν οἱ περὶ Χρύσιππον καὶ Ἀρχέδημον καὶ Ἀθηνόδωρον καὶ Ἀντίπατρον καὶ Κρῖνιν. ἁπλᾶ μὲν οὖν ἐστι τὰ συνεστῶτα ἐξ ἀξιώματος μὴ διαφορουμένου [ἢ ἐξ ἀξιωμάτων], οἱο῀ν τὸ "ἡμέρα ἐστίν": οὐχ ἁπλᾶ δ ἐστὶ τὰ συνεστῶτ ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων ἐξ ἀξιώματος μὲν διαφορουμένου, οἱο῀ν "εἰ ἡμέρα ἐστίν, <ἡμέρα ἐστίν>":?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기