호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γεγόνασι δὲ Ζήνωνεσ ὀκτώ· πρῶτοσ ὁ Ἐλεάτησ, περὶ οὗ λέξομεν· δεύτεροσ αὐτὸσ οὗτοσ· τρίτοσ Ῥόδιοσ, τὴν ἐντόπιον γεγραφὼσ ἱστορίαν ἑνιαίαν· τέταρτοσ ἱστορικόσ, τὴν Πύρρου γεγραφὼσ στρατείαν εἰσ Ἰταλίαν καὶ Σικελίαν, ἀλλὰ καὶ ἐπιτομὴν τῶν πεπραγμένων Ῥωμαίοισ τε καὶ Καρχηδονίοισ· πέμπτοσ Χρυσίππου μαθητήσ, βιβλία μὲν ὀλίγα γεγραφώσ, μαθητὰσ δὲ πλείστουσ καταλελοιπώσ· ἕκτοσ ἰατρὸσ Ἡροφίλειοσ, νοῆσαι μὲν ἱκανόσ, γράψαι δ’ ἄτονοσ· ἕβδομοσ γραμματικόσ, οὗ πρὸσ τοῖσ ἄλλοισ καὶ ἐπιγράμματα φέρεται· ὄγδοοσ Σιδώνιοσ τὸ γένοσ, φιλόσοφοσ Ἐπικούρειοσ καὶ νοῆσαι καὶ ἑρμηνεῦσαι σαφήσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기