호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πάλιν ἐν τῇ Πολιτείᾳ παριστάντα πολίτασ καὶ φίλουσ καὶ οἰκείουσ καὶ ἐλευθέρουσ τοὺσ σπουδαίουσ μόνον, ὥστε τοῖσ στωικοῖσ οἱ γονεῖσ καὶ τὰ τέκνα ἐχθροί· οὐ γάρ εἰσι σοφοί. κοινάσ τε τὰσ γυναῖκασ δογματίζειν ὁμοίωσ ἐν τῇ Πολιτείᾳ καὶ κατὰ τοὺσ διακοσίουσ <στίχουσ> μήθ’ ἱερὰ μήτε δικαστήρια μήτε γυμνάσια ἐν ταῖσ πόλεσιν οἰκοδομεῖσθαι. περί τε νομίσματοσ οὕτωσ γράφειν, "νόμισμα δ’ οὔτ’ ἀλλαγῆσ ἕνεκεν οἰέσθαι δεῖν κατασκευάζειν οὔτ’ ἀποδημίασ ἕνεκεν. " καὶ ἐσθῆτι δὲ τῇ αὐτῇ κελεύει χρῆσθαι καὶ ἄνδρασ καὶ γυναῖκασ καὶ μηδὲν μόριον ἀποκεκρύφθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기