호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐπιμελῶσ δὲ καὶ πρὸσ Φίλωνα τὸν διαλεκτικὸν διεκρίνετο καὶ συνεσχόλαζεν αὐτῷ· ὅθεν καὶ θαυμασθῆναι ὑπὸ Ζήνωνοσ τοῦ νεωτέρου οὐχ ἧττον Διοδώρου τοῦ διδασκάλου αὐτοῦ. ἦσαν δὲ περὶ αὐτὸν καὶ γυμνορρύπαροί τινεσ, ὥσ φησι καὶ ὁ Τίμων· ὄφρα πενεστάων σύναγεν νέφοσ, οἳ περὶ πάντων πτωχότατοί τ’ ἦσαν καὶ κουφότατοι βροτοὶ ἀστῶν. Αὐτὸν δὲ στυγνόν τ’ εἶναι καὶ πικρόν, καὶ τὸ πρόσωπον συνεσπασμένον. ἦν εὐτελήσ τε σφόδρα καὶ βαρβαρικῆσ ἐχόμενοσ σμικρολογίασ, προσχήματι οἰκονομίασ. εἰ δέ τινα ἐπικόπτοι, περιεσταλμένωσ καὶ οὐ χάδην, ἀλλὰ πόρρωθεν· λέγω δὲ οἱο͂ν ἐπὶ τοῦ καλλωπιζομένου ποτὲ ἔφη.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기