호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐξέκλινε δέ, φησί, καὶ τὸ πολυδημῶδεσ, ὡσ ἐπ’ ἄκρου καθίζεσθαι τοῦ βάθρου, κερδαίνοντα τὸ γοῦν ἕτερον μέροσ τῆσ ἐνοχλήσεωσ. οὐ μὴν οὐδὲ μετὰ πλειόνων δύο ἢ τριῶν περιεπάτει. ἐνίοτε δὲ καὶ χαλκὸν εἰσέπραττε τοὺσ περιισταμένουσ, <ὥστε δεδιότασ> τὸ διδόναι μὴ ἐνοχλεῖν, καθά φησι Κλεάνθησ ἐν τῷ Περὶ χαλκοῦ· πλειόνων τε περιστάντων αὐτόν, δείξασ ἐν τῇ στοᾷ κατ’ ἄκρου τὸ ξύλινον περιφερὲσ τοῦ βωμοῦ ἔφη, "τοῦτό ποτ’ ἐν μέσῳ ἔκειτο, διὰ δὲ τὸ ἐμποδίζειν ἰδίᾳ ἐτέθη· καὶ ὑμεῖσ οὖν ἐκ τοῦ 3μέσου βαστάσαντεσ αὑτοὺσ ἧττον ἡμῖν ἐνοχλήσετε. " Δημοχάρουσ δὲ τοῦ Λάχητοσ ἀσπαζομένου αὐτὸν καὶ φάσκοντοσ λέγειν καὶ γράφειν ὧν ἂν χρείαν ἔχῃ πρὸσ Ἀντίγονον, ὡσ ἐκείνου πάντα παρέξοντοσ, ἀκούσασ οὐκέτ’ αὐτῷ συνδιέτριψε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기