- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, E, Kef. d'. LUKWN 10:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, E, Kef. d'. LUKWN 10:)

δίδωμι δὲ καὶ Δημητρίῳ καὶ Κρίτωνι καὶ Σύρῳ κλίνην ἑκάστῳ καὶ στρώματα τῶν καταλειπομένων ἃ ἂν φαίνηται Λύκωνι καλῶς ἔχειν.? ταῦτ ἔστω αὐτοῖς ἀποδείξασιν ὀρθῶς ἐφ ὧν ἕκαστοι τεταγμένοι εἰσί. περὶ δὲ τῆς ταφῆς ἐάν τ αὐτοῦ βούληται Λύκων θάπτειν, ἐάν τ ἐν οἴκῳ, οὕτω ποιείτω. πέπεισμαι γὰρ αὐτὸν οὐδὲν ἧττον ἐμοῦ συνορᾶν τὸ εὔσχημον. ταῦτα δὲ πάντα οἰκονομήσαντι κυρία ἔστω ἡ δόσις τῶν ἐνταῦθα. μάρτυρες Καλλῖνος Ἑρμιονεύς, Ἀρίστων Κεῖος, Εὐφρόνιος Παιανιεύς. " Οὕτω μέντοι αὐτῷ συνετῶς τὰ πάντα πράττοντι τά τε περὶ παιδείαν καὶ πάντας λόγους, οὐδὲν ἧττον καὶ τὰ τῶν διαθηκῶν τρόπον τινὰ καὶ σφόδρα ἐπιμελῶς τε καὶ οἰκονομικῶς ἴσχει: ὥστε κἀνταῦθα ζηλωτέος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION