호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γεγόνασι δὲ Στράτωνεσ ὀκτώ· πρῶτοσ Ἰσοκράτουσ ἀκροατήσ· δεύτεροσ αὐτὸσ οὗτοσ· τρίτοσ ἰατρόσ, μαθητὴσ Ἐρασιστράτου, ὡσ δέ τινεσ, τρόφιμοσ· τέταρτοσ ἱστορικόσ, Φιλίππου καὶ Περσέωσ τῶν Ῥωμαίοισ πολεμησάντων γεγραφὼσ πράξεισ· %2 %2 ἕκτοσ ποιητὴσ ἐπιγραμμάτων· ἕβδομοσ ἰατρὸσ ἀρχαῖοσ, ὡσ Ἀριστοτέλησ φησίν· ὄγδοοσ περιπατητικόσ, βεβιωκὼσ ἐν Ἀλεξανδρείᾳ. Τοῦ δ’ οὖν φυσικοῦ φέρονται καὶ διαθῆκαι τοῦτον ἔχουσαι τὸν τρόπον· "Τάδε διατίθεμαι, ἐάν τι πάσχω· τὰ μὲν οἴκοι καταλείπω πάντα Λαμπυρίωνι καὶ Ἀρκεσιλάῳ. ἀπὸ δὲ τοῦ Ἀθήνησιν ὑπάρχοντόσ μοι ἀργυρίου πρῶτον μὲν οἱ ἐπιμεληταὶ τὰ περὶ τὴν ἐκφορὰν ἐπιμεληθήτωσαν καὶ ὅσα νομίζεται μετὰ τὴν ἐκφοράν, μηδὲν μήτε περίεργον ποιοῦντεσ μήτ’ ἀνελεύθερον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기