호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Περὶ τοῦ ὁρ́ου. Περὶ τοῦ μᾶλλον καὶ ἧττον. Περὶ ἀδίκου. Περὶ τοῦ προτέρου καὶ ὑστέρον Περὶ τοῦ προτέρου γένουσ. Περὶ τοῦ ἰδίου. Περὶ τοῦ μέλλοντοσ. Εὑρημάτων ἔλεγχοι δύο. Ὑπομνήματα, ἃ διστάζεται. Ἐπιστολαὶ ὧν ἡ ἀρχή· "Στράτων Ἀρσινόῃ εὖ πράττειν. " Τοῦτόν φασιν οὕτω γενέσθαι λεπτὸν ὡσ ἀναισθήτωσ τελευτῆσαι. καὶ ἔστιν ἡμῶν εἰσ αὐτὸν οὕτωσ ἔχον· λεπτὸσ ἀνὴρ δέμασ ἦν, εἴ μοι προσέχεισ, ἀπὸ χρισμῶν· Στράτωνα τοῦτόν φημί σοι Λάμψακοσ ὅν ποτ’ ἔφυσεν· ἀεὶ δὲ νόσοισι παλαίων θνήσκει λαθών, οὐδ’ ᾔσθετο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기