- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, E, Kef. g'. STRATWN

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, E, Kef. g'. STRATWN)

Διεδέξατο δ αὐτοῦ τὴν σχολὴν Στράτων Ἀρκεσι- λάου Λαμψακηνός, οὗ καὶ ἐν ταῖς διαθήκαις ἐμνημόνευσεν:? ἀνὴρ ἐλλογιμώτατος καὶ φυσικὸς ἐπικληθεὶς ἀπὸ τοῦ περὶ τὴν θεωρίαν ταύτην παρ ὁντινοῦν ἐπιμελέστατα διατετριφέναι. ἀλλὰ καὶ καθηγήσατο Πτολεμαίου τοῦ Φιλαδέλφου καὶ ἔλαβε, φασί, παρ αὐτοῦ τάλαντα ὀγδοήκοντα: σχολαρχεῖν δέ, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤρξατο τῇ τρίτῃ καὶ εἰκοστῇ καὶ ἑκατοστῇ Ὀλυμπιάδι, τῆς σχολῆς ἀφηγησάμενος ἔτη ὀκτωκαίδεκα. Φέρεται δ αὐτοῦ βιβλία Περὶ βασιλείας τρία.

Περὶ δικαιοσύνης τρία. Περὶ τἀγαθοῦ γ. Περὶ θεῶν γ. Περὶ ἀρχῶν γ. Περὶ βίων. Περὶ εὐδαιμονίας. Περὶ βασιλέως φιλοσόφου. Περὶ ἀνδρείας. Περὶ τοῦ κενοῦ. Περὶ τοῦ οὐρανοῦ. Περὶ τοῦ πνεύματος. Περὶ φύσεως ἀνθρωπίνης. Περὶ ζωογονίας. Περὶ μίξεως. Περὶ ὕπνου. Περὶ ἐνυπνίων. Περὶ ὄψεως. Περὶ αἰσθήσεως. Περὶ ἡδονῆς. Περὶ χρωμάτων. Περὶ νόσων. Περὶ κρίσεων. Περὶ δυνάμεων. Περὶ τῶν μεταλλικῶν μηχανημάτων. Περὶ λιμοῦ καὶ σκοτώσεων. Περὶ κούφου καὶ βαρέος. Περὶ ἐνθουσιασμοῦ. Περὶ χρόνου. Περὶ τροφῆς καὶ αὐξήσεως. Περὶ τῶν ἀπορουμένων ζῳων. Περὶ τῶν μυθολογουμένων ζῴων. Περὶ αἰτιῶν. Λύσεις ἀπορουμένων. Τόπων προοίμια. Περὶ τοῦ συμβεβηκότος. Περὶ τοῦ ὁρ´ου.

Περὶ τοῦ μᾶλλον καὶ ἧττον. Περὶ ἀδίκου. Περὶ τοῦ προτέρου καὶ ὑστέρον Περὶ τοῦ προτέρου γένους. Περὶ τοῦ ἰδίου. Περὶ τοῦ μέλλοντος. Εὑρημάτων ἔλεγχοι δύο. Ὑπομνήματα, ἃ διστάζεται. Ἐπιστολαὶ ὧν ἡ ἀρχή: "Στράτων Ἀρσινόῃ εὖ πράττειν. " Τοῦτόν φασιν οὕτω γενέσθαι λεπτὸν ὡς ἀναισθήτως τελευτῆσαι. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον: λεπτὸς ἀνὴρ δέμας ἦν, εἴ μοι προσέχεις, ἀπὸ χρισμῶν: Στράτωνα τοῦτόν φημί σοι Λάμψακος ὅν ποτ ἔφυσεν: ἀεὶ δὲ νόσοισι παλαίων θνήσκει λαθών, οὐδ ᾔσθετο. Γεγόνασι δὲ Στράτωνες ὀκτώ:

πρῶτος Ἰσοκράτους ἀκροατής: δεύτερος αὐτὸς οὗτος: τρίτος ἰατρός, μαθητὴς Ἐρασιστράτου, ὡς δέ τινες, τρόφιμος: τέταρτος ἱστορικός, Φιλίππου καὶ Περσέως τῶν Ῥωμαίοις πολεμησάντων γεγραφὼς πράξεις: %2 %2 ἕκτος ποιητὴς ἐπιγραμμάτων: ἕβδομος ἰατρὸς ἀρχαῖος, ὡς Ἀριστοτέλης φησίν: ὄγδοος περιπατητικός, βεβιωκὼς ἐν Ἀλεξανδρείᾳ. Τοῦ δ οὖν φυσικοῦ φέρονται καὶ διαθῆκαι τοῦτον ἔχουσαι τὸν τρόπον: "Τάδε διατίθεμαι, ἐάν τι πάσχω: τὰ μὲν οἴκοι καταλείπω πάντα Λαμπυρίωνι καὶ Ἀρκεσιλάῳ. ἀπὸ δὲ τοῦ Ἀθήνησιν ὑπάρχοντός μοι ἀργυρίου πρῶτον μὲν οἱ ἐπιμεληταὶ τὰ περὶ τὴν ἐκφορὰν ἐπιμεληθήτωσαν καὶ ὅσα νομίζεται μετὰ τὴν ἐκφοράν, μηδὲν μήτε περίεργον ποιοῦντες μήτ ἀνελεύθερον. ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν κατὰ τὴν διαθήκην οἵδε:

Ὀλύμπιχος, Ἀριστείδης, Μνησιγένης, Ἱπποκράτης, Ἐπικράτης, Γοργύλος, Διοκλῆς, Λύκων, Ἀθάνης. καταλείπω δὲ τὴν μὲν διατριβὴν Λύκωνι, ἐπειδὴ τῶν ἄλλων οἱ μέν εἰσι πρεσβύτεροι, οἱ δὲ ἄσχολοι. καλῶς δ ἂν ποιοῖεν καὶ οἱ λοιποὶ συγκατασκευάζοντες τούτῳ. καταλείπω δ αὐτῷ καὶ τὰ βιβλία πάντα, πλὴν ὧν αὐτοὶ γεγράφαμεν, καὶ τὰ σκεύη πάντα κατὰ τὸ συσσίτιον καὶ τὰ στρώματα καὶ τὰ ποτήρια. δότωσαν δὲ οἱ ἐπιμεληταὶ Ἐπικράτει πεντακοσίας δραχμὰς καὶ τῶν παίδων ἕνα ὃν ἂν δοκῇ Ἀρκεσιλάῳ. καὶ πρῶτον μὲν Λαμπυρίων καὶ Ἀρκεσίλαος ἀράσθω- σαν τὰς συνθήκας ἃς ἔθετο Δάϊππος ὑπὲρ Ἰραίου:

καὶ μηδὲν ὀφειλέτω μήτε Λαμπυρίωνι μήτε τοῖς Λαμπυρίωνος κληρονόμοις, ἀλλ ἀπηλλάχθω παντὸς τοῦ συμβολαίου. δότωσαν δ αὐτῷ καὶ οἱ ἐπιμεληταὶ ἀργυρίου δραχμὰς πεντακοσίας καὶ τῶν παίδων ἕνα ὃν ἂν δοκιμάζῃ Ἀρκεσίλαος, ὅπως ἂν πολλὰ συμπεπονηκὼς ἡμῖν καὶ παρεσχημένος χρείας ἔχῃ βίον ἱκανὸν καὶ εὐσχήμονα. ἀφίημι δὲ καὶ Διόφαντον ἐλεύθερον καὶ Διοκλέα καὶ Ἄβουν: Σιμίαν δὲ ἀποδίδωμι Ἀρκεσιλάῳ. ἀφίημι δὲ καὶ Δρόμωνα ἐλεύθερον. ἐπειδὰν δὲ παραγένηται Ἀρκεσίλαος, λογισάσθω Ἴραιος μετ Ὀλυμπίχου καὶ Ἐπικράτους καὶ τῶν ἄλλων ἐπιμελητῶν τὸ γεγονὸς ἀνάλωμα εἰς τὴν ἐκφορὰν καὶ τἄλλα τὰ νομιζόμενα. τὸ δὲ περιὸν ἀργύριον κομισάσθω Ἀρκεσίλαος παρ Ὀλυμπίχου, μηδὲν ἐνοχλῶν αὐτὸν κατὰ τοὺς καιροὺς καὶ τοὺς χρόνους:

ἀράσθω δὲ καὶ τὰς συνθήκας Ἀρκεσίλαος ἃς ἔθετο Στράτων πρὸς Ὀλύμπιχον καὶ Ἀμεινίαν, τὰς κειμένας παρὰ Φιλοκράτει Τισαμενοῦ. τὰ δὲ περὶ τὸ μνημεῖον ποιείτωσαν ὡς ἂν δοκῇ Ἀρκεσιλάῳ καὶ Ὀλυμπίχῳ καὶ Λύκωνι. " Καὶ αἵδε μέν εἰσιν αἱ φερόμεναι αὐτοῦ διαθῆκαι, καθά που συνήγαγε καὶ Ἀρίστων ὁ Κεῖος. αὐτὸς δὲ ὁ Στράτων ἀνὴρ γέγονε, καθὰ καὶ ἄνω δεδήλωται, πολλῆς τῆς ἀποδοχῆς ἄξιος, διαπρέψας ἐν παντὶ λόγων εἴδει καὶ μάλιστά γε ἐν τῷ καλουμένῳ φυσικῷ, ὅπερ εἶδος ἀρχαιότερόν τε καὶ σπουδαιότερον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION