호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡμεῖσ γὰρ ὁπότ’ ἀρχόμεθα ζῆν, τότ’ ἀποθνήσκομεν. καὶ τοῦτο λέγειν Ἕρμιππον, παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷσ ἔφασκε πρὸσ Λακύδην τὸν Κυρηναῖον. οὐδὲν οὖν ἀλυσιτελέστερόν ἐστι φιλοδοξίασ. ἀλλ’ εὐτυχεῖτε καὶ ἤτοι τὸν λόγον ἄφετε‐‐πολὺσ γὰρ ὁ πόνοσ‐‐ἢ καλῶσ αὐτοῦ πρόστητε· μεγάλη γὰρ ἡ δόξα. τὸ δὲ κενὸν τοῦ βίου πλέον τοῦ συμφέροντοσ. ἀλλ’ ἐμοὶ μὲν οὐκέτ’ ἐκποιεῖ βουλεύεσθαι τί πρακτέον, ὑμεῖσ δ’ ἐπισκέψασθε τί ποιητέον. " ταῦτα, φασίν, εἰπὼν ἀπέπνευσε· καὶ αὐτόν, ὡσ ὁ λόγοσ, Ἀθηναῖοι πανδημεὶ παρέπεμψαν ποσί, τὸν ἄνδρα τιμήσαντεσ. Φαβωρῖνοσ δέ φησι γηράσαντα αὐτὸν ἐν φορείῳ περιφέρεσθαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기