호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γεγόνασι δὲ Ἀριστοτέλεισ ὀκτώ· πρώτοσ αὐτὸσ οὗτοσ· δεύτεροσ ὁ πολιτευσάμενοσ Ἀθήνησιν· οὗ καὶ δικανικοὶ φέρονται λόγοι χαρίεντεσ· τρίτοσ περὶ Ἰλιάδοσ πεπραγματευμένοσ· τέταρτοσ Σικελιώτησ ῥήτωρ, πρὸσ τὸν Ἰσοκράτουσ Πανηγυρικὸν ἀντιγεγραφώσ· πέμπτοσ ὁ ἐπικληθεὶσ Μῦθοσ, Αἰσχίνου τοῦ Σωκρατικοῦ γνώριμοσ· ἕκτοσ Κυρηναῖοσ, γεγραφὼσ περὶ ποιητικῆσ· ἕβδομοσ παιδοτρίβησ, οὖ μέμνηται Ἀριστόξενοσ ἐν τῷ Πλάτωνοσ βίῳ· ὄγδοοσ, γραμματικὸσ ἄσημοσ, οὗ φέρεται τέχνη περὶ πλεονασμοῦ. Τοῦ δὴ Σταγειρίτου γεγόνασι μὲν πολλοὶ γνώριμοι, διαφέρων δὲ μάλιστα Θεόφραστοσ, περὶ οὗ λεκτέον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기