호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γεγόνασι δὲ Ἀριστοτέλεις ὀκτώ:? πρώτος αὐτὸς οὗτος: δεύτερος ὁ πολιτευσάμενος Ἀθήνησιν: οὗ καὶ δικανικοὶ φέρονται λόγοι χαρίεντες: τρίτος περὶ Ἰλιάδος πεπραγματευμένος: τέταρτος Σικελιώτης ῥήτωρ, πρὸς τὸν Ἰσοκράτους Πανηγυρικὸν ἀντιγεγραφώς: πέμπτος ὁ ἐπικληθεὶς Μῦθος, Αἰσχίνου τοῦ Σωκρατικοῦ γνώριμος: ἕκτος Κυρηναῖος, γεγραφὼς περὶ ποιητικῆς: ἕβδομος παιδοτρίβης, οὖ μέμνηται Ἀριστόξενος ἐν τῷ Πλάτωνος βίῳ: ὄγδοος, γραμματικὸς ἄσημος, οὗ φέρεται τέχνη περὶ πλεονασμοῦ. Τοῦ δὴ Σταγειρίτου γεγόνασι μὲν πολλοὶ γνώριμοι, διαφέρων δὲ μάλιστα Θεόφραστος, περὶ οὗ λεκτέον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기