호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τέλοσ δὲ ἓν ἐξέθετο χρῆσιν ἀρετῆσ ἐν βίῳ τελείῳ. ἔφη δὲ καὶ τὴν εὐδαιμονίαν συμπλήρωμα ἐκ τριῶν ἀγαθῶν εἶναι· τῶν περὶ ψυχήν, ἃ δὴ καὶ πρῶτα τῇ δυνάμει καλεῖ· ἐκ δευτέρων δὲ τῶν περὶ σῶμα, ὑγιείασ καὶ ἰσχύοσ καὶ κάλλουσ καὶ τῶν παραπλησίων· ἐκ τρίτων δὲ τῶν ἐκτόσ, πλούτου καὶ εὐγενείασ καὶ δόξησ καὶ τῶν ὁμοίων. τήν τε ἀρετὴν μὴ εἶναι αὐτάρκη πρὸσ εὐδαιμονίαν· προσδεῖσθαι γὰρ τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸσ ἀγαθῶν, ὡσ κακοδαιμονήσοντοσ τοῦ σοφοῦ, κἂν ἐν πόνοισ ᾖ κἂν ἐν πενίᾳ καὶ τοῖσ ὁμοίοισ. τὴν μέντοι κακίαν αὐτάρκη πρὸσ κακοδαιμονίαν, κἂν ὅτι μάλιστα παρῇ αὐτῇ τὰ ἐκτὸσ ἀγαθὰ καὶ τὰ περὶ σῶμα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기