- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, E, Kef. a'. ARISTOTELHS 11:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, E, Kef. a'. ARISTOTELHS 11:)

Ἀπέσκωψε δ εἰς αὐτὸν ἐπίγραμμα καὶ Θεό- κριτος ὁ Χῖος, οὑτωσὶ ποιήσας, ὥς φησιν Ἀμβρύων ἐν τῷ Περὶ Θεοκρίτου:? Ἑρμίου εὐνούχου ἠδ Εὐβούλου ἅμα δούλου σῆμα κενὸν κενόφρων τεῦξεν Ἀριστοτέλης, <ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν, ἀντ Ἀκαδημείας, Βορβόρου ἐν προχοαῖς> . ἀλλὰ καὶ Τίμων αὐτοῦ καθήψατο εἰπών: οὐδ ἄρ Ἀριστοτέλους εἰκαιοσύνης ἀλεγεινῆς. Καὶ οὗτος μὲν ὁ βίος τοῦ φιλοσόφου. ἡμεῖς δὲ καὶ διαθήκαις αὐτοῦ περιετύχομεν, οὕτω πως ἐχούσαις: "Ἔσται μὲν εὖ: ἐὰν δέ τι συμβαίνῃ, τάδε διέθετο Ἀριστοτέλης: ἐπίτροπον μὲν εἶναι πάντων καὶ διὰ παντὸς Ἀντίπατρον:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION