- 텍스트

Dio, Chrysostom, Orationes, πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.?

(디오, 크리소토모스, 연설, πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.)

ἆρά γε βούλοισθ ἄν, ὦ ἄνδρες, σπουδάσαι χρόνον σμικρὸν καὶ προσέχειν· ἐπειδὴ παίζοντες ἀεὶ διατελεῖτε καὶ οὐ προσέχοντες καὶ παιδιᾶς μὲν καὶ ἡδονῆς καὶ γέλωτος, ὡς εἰπεῖν, οὐδέποτε ἀπορεῖτε: καὶ γὰρ αὐτοὶ γελοῖοί ἐστε καὶ ἡδεῖς καὶ διακόνους πολλοὺς τούτων ἔχετε: σπουδῆς δὲ ὑμῖν τὴν πᾶσαν ἔνδειαν ὁρῶ οὖσαν. καίτοι τινὲς ἐπαινοῦσιν ὑμᾶς ὡς σοφούς τε καὶ δεινούς, ὅτι τοσαῦται μυριάδες ἀνθρώπων ἅμα καὶ τὰ δέοντα ἐννοεῖτε καὶ ταχὺ φθέγγεσθε ὅ,τι ἂν ἐννοήσητε:

ἐγὼ δὲ μᾶλλον ἂν ὑμᾶς ἐπῄνουν βραδὺ μέν φθεγγομένους, ἐγκρατῶς δὲ σιγῶντας, ὀρθῶς δὲ διανοουμένους, ὃ καὶ νῦν ποιήσατε, ἵνα κτήσησθε πρὸς ἐκείνῳ τῷ ἐπαίνῳ καινὸν ἕτερον μείζω τε καὶ σεμνότερον, ὅτι τοσοῦτοι ὄντες λόγων χρησίμων γενομένων ἅπαντες ἐσιωπήσατε, καὶ πρὸς τούτῳ ἐδείξατε ὅτι οὐ μόνον ἐστὲ ἱκανοὶ νοήσαντες εἰπεῖν, ἀλλὰ καὶ ἀκούσαντες νοῆσαι.

χοροῦ μὲν γὰρ ἔπαινος τὸ ἅμα εἰπεῖν, μᾶλλον δὲ οὐδὲ τούτου: τί γάρ, ἂν κοινῇ πάντες ἀποτυγχάνωσι τοῦ μέλους· δήμου δὲ τὸ καλῶς ἀκοῦσαι.

νῦν μὲν γὰρ ἁμαρτάνετε τὸ Ἀθηναίων ποτὲ ἁμάρτημα. τοῦ γὰρ Ἀπόλλωνος εἰπόντος, εἰ θέλουσιν ἄνδρας ἀγαθοὺς ἐν τῇ πόλει γενέσθαι, τὸ κάλλιστον ἐμβάλλειν τοῖς ὠσὶ τῶν παίδων, οἱ δὲ τρήσαντες τὸ ἕτερον χρυσίον ἐνέβαλον, οὐ συνέντες τοῦ θεοῦ. τοῦτο μὲν γὰρ κόραις μᾶλλον ἔπρεπε καὶ παισὶ Λυδῶν ἢ Φρυγῶν: Ἑλλήνων δὲ παισί, καὶ ταῦτα θεοῦ προστάξαντος, οὐκ ἄλλο ἡρ´μοζεν ἢ παιδεία καὶ λόγος, ὧν οἱ τυχόντες εἰκότως ἄνδρες ἀγαθοὶ γίγνονται καὶ σωτῆρες τῶν πόλεων. ἐκεῖνοι μὲν οὖν κακῶς ἐχρήσαντο τοῖς ὠσὶ τῶν παίδων, ὑμεῖς δὲ τοῖς αὑτῶν κάκιον.

δήμου γάρ ἐστιν ἀκοὴ τὸ θέατρον: εἰς τοῦτο δὲ καλὸν μὲν ἢ τίμιον οὐδὲν ὑμῖν ἢ σπανίως ποτὲ εἰσέρχεται: κρουμάτων δὲ ἀεὶ μεστόν ἐστι καὶ θορύβου καὶ βωμολοχίας καὶ σκωμμάτων οὐδὲν ἐοικότων χρυσῷ. διὰ τοῦτο οὖν ὀρθῶς ἔφην ἀπορεῖν ὑμᾶς σπουδῆς. νηπιάχοις, ξυνὸν δὲ κακὸν πολέεσσι φέρουσιν.

τοῦτο γὰρ ἀεὶ ὁρᾶτε καὶ περὶ τοιαῦτά ἐστε, ἀφ ὧν νοῦν μὲν ἢφρόνησιν ἢ δικαίαν διάθεσιν ἢ πρὸς θεοὺς εὐσέβειαν οὐκ ἔστι κτήσασθαι, ἔριν δὲ ἀμαθῆ καὶ φιλοτιμίαν ἄμετρον καὶ κενὴν λύπην καὶ χαρὰν ἀνόητον καὶ λοιδορίαν καὶ δαπάνην.

λέγω δὲ ταῦτα οὐκ ἀποτρέπων οὐδὲ καταλύειν κελεύων τὰς τοιαύτας ψυχαγωγίας καὶ ἀπάτας τῆς πόλεως: μαινοίμην γὰρ ἄν: ἀλλ ἀξιῶνὑμᾶς, ὥσπερ τούτοις ἑτοίμως καὶ συνεχῶς αὑτοὺς παρέχετε, οὕτω καὶ λόγου χρηστοῦ ποτε ἀκοῦσαι καὶ τὴν ἐπὶ τῷ συμφέροντι δέξασθαι παρρησίαν: ἐπεὶ καὶ τοὺς Ἀθηναίους, ὧν μικρῷ πρότερον ἐμνήσθην, οὐ πάντως εὑρήσομεν ἁμαρτάνοντας:

ἀλλὰ τοῦτό γε ἐκεῖνοι καὶ πάνυ καλῶς ἐποίουν, ὅτι τοῖς ποιηταῖς ἐπέτρεπον μὴμόνον τοὺς κατ ἄνδρα ἐλέγχειν, ἀλλὰ καὶ κοινῇ τὴν πόλιν, εἴ τι μὴ καλῶς ἔπραττον: ὥστε σὺν πολλοῖς ἑτέροις καὶ τοιαῦτα ἐν ταῖς κωμῳδίαις λέγεσθαι: δῆμος πυκνίτης, δύσκολον γερόντιον, ὑπόκωφον, καὶ τί δ ἔστ Ἀθηναίοισι πρᾶγμ ἀπώμοτον· καὶ ταῦτα ἤκουον ἑορτάζοντες καὶ δημοκρατούμενοι, καὶ οὐ μόνον τῶν σφετέρων πολιτῶν, εἴ τινα ἤθελον πρὸς ὀργὴν ἀπολέσαι τῶν ταῦτα λεγόντων, κύριοι καθεστηκότες, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνωνἄρχοντες, καὶ ἐξὸν αὐτοῖς, εἰ ἐβούλοντο, μηδὲν ἀηδὲς ἀκούειν. ὑμῖν δὲ οὔτε χορός ἐστι τοιοῦτος οὔτε ποιητὴς οὔτε ἄλλος οὐδείς, ὃς ὑμῖν ὀνειδιεῖ μετ εὐνοίας καὶ φανερὰ ποιήσει τὰ τῆς πόλεως ἀρρωστήματα.

τοιγαροῦν ὅταν ποτὲ φαίνηται τὸ πρᾶγμα, προθύμως δέχεσθαι δεῖ καὶ τότε νομίζειν ἑορτὴν ἄγειν, ἀλλὰ μὴ βαρύνεσθαι,κἂν ἄρα, δυσωπεῖσθαι ἐξειπεῖν, πηνίκα παύσεται· καὶ πότε εἴσεισι θαυματοποιὸς ἢ λῆρος ἢ τοιοῦτος ἕτερος· ἐκεῖνο μὲν γάρ, ὅπερ εἶπον, ἀεὶ ὑμῖν πάρεστι, καὶ οὐ δέος μήποτε ἐπιλίπῃ: τῶν δὲ τοιούτων λόγων, δι οὓς ἄνθρωποι εὐδαιμονοῦσι καὶ κρείττους καὶ σωφρονέστεροι γίγνονται καὶ βέλτιον οἰκεῖν δύνανται τὰς πόλεις, οὐ πολλάκις ἀκηκόατε:

οὐ βούλομαι γὰρ εἰπεῖν, ἀνήκοοί ἐστε. καὶ τοῦτο ἴσως οὐ δι ὑμᾶς:

δηλώσετε δέ, ἂν ἀνάσχησθε τήμερον: ἀλλὰ μᾶλλον παρὰ τοὺς καλουμένους φιλοσόφους. οἱ μὲν γὰρ αὐτῶν ὅλως εἰς πλῆθος οὐκ ἰάσιν οὐδὲ θέλουσι διακινδυνεύειν, ἀπεγνωκότες ἴσως τὸ βελτίους ἂν ποιῆσαι τοὺς πολλούς: οἱ δ ἐν τοῖς καλουμένοις ἀκροατηρίοις φωνασκοῦσιν, ἐνσπόνδους λαβόντες ἀκροατὰς καὶ χειροήθεις ἑαυτοῖς. τῶν δὲ Κυνικῶν λεγομένων ἔστι μὲν ἐν τῇ πόλει πλῆθος οὐκ ὀλίγον, καὶ καθάπερ ἄλλου τινὸς πράγματος καὶ τούτου φορὰ γέγονε:

νόθον μέντοι γε καὶ ἀγεννὲς ἀνθρώπων οὐθέν, ὡς εἰπεῖν, ἐπισταμένων, ἀλλὰ χρείων τροφῆς: οὗτοι δὲ ἔν τε τριόδοις καὶ στενωποῖς καὶ πυλῶσιν ἱερῶν ἀγείρουσι καὶ ἀπατῶσι παιδάρια καὶ ναύτας καὶ τοιοῦτον ὄχλον, σκώμματα καὶ πολλὴν σπερμολογίαν συνείροντες καὶ τὰς ἀγοραίους ταύτας ἀποκρίσεις. τοιγαροῦν ἀγαθὸν μὲν οὐδὲν ἐργάζονται, κακὸν δ ὡς οἱό῀ν τε τὸ μέγιστον, καταγελᾶν ἐθίζοντες τοὺς ἀνοήτους τῶν φιλοσόφων, ὥσπερ ἂν παῖδάς τις ἐθίζοι διδασκάλων καταφρονεῖν, καὶ δέον ἐκκόπτειν τὴν ἀγερωχίαν αὐτῶν οἱ δ ἔτι αὔξουσιν. τῶν δὲ εἰς ὑμᾶς παρϊόντων ὡς πεπαιδευμένων οἱ μὲν ἐπιδεικτικοὺς λόγους καὶ τοὺς ἀμαθεῖς, οἱ δὲ ποιήματα συνθέντες ᾅδουσιν, ὡς πάνυ φιλῳδῶν ὑμῶν κατεγνωκότες.

οὗτοι δ εἰ μέν εἰσι ποιηταὶ καὶ ῥήτορες, οὐδὲν ἴσως δεινόν: εἰ δ ὡς φιλόσοφοι ταῦτα πράττουσι κέρδους ἕνεκεν καὶ δόξης τῆς ἑαυτῶν, οὐ τῆς ὑμετέρας ὠφελείας, τοῦτο δ ἤδη δεινόν. ἀμελήσειε, στεφάνους δὲ καὶ ἑταίρας καὶ μύρον αὐτοῖς εἰσφέροι.

τινὲς δὲ ὀλίγοι παρρησίαν ἀγηόχασι πρὸς ὑμᾶς, καὶ ταύτην ἐνδεῶς, οὐδ ὡς ἐμπλῆσαι τὰς ἀκοὰς ὑμῶν οὐδ ὥστε διατελέσαι λέγοντες, ἀλλὰ ἓν ἢ δύο ῥήματα εἰπόντες, καὶ λοιδορήσαντες μᾶλλον ἢ διδάξαντες ὑμᾶς, κατὰ σπουδὴν ἀπίασιν, εὐλαβούμενοι μὴ μεταξὺ θορυβήσητε καὶ παραπέμψητε αὐτούς, ὥσπερ οἱ χειμῶνος ἀποτολμῶντες εἰς τὴν θάλατταν βραχύν τινα καὶ σύντομον πλοῦν.

ἄνδρα δὲ λαβεῖν καθαρῶς καὶ ἀδόλως παρρησιαζόμενον, καὶ μήτεδόξης χάριν μήτ ἐπ ἀργυρίῳ προσποιούμενον, ἀλλ ἐπὶ εὐνοίᾳ καὶ κηδεμονίᾳ τῶν ἄλλων ἕτοιμον, εἰ δέοι, καὶ καταγελᾶσθαι, καὶ ἀταξίαν πλήθους ἐνεγκεῖν καὶ θόρυβον, οὐ ῥᾴδιον, ἀλλὰ καὶ πάνυ ὐτυχοῦς πόλεως, ἐν τοσαύτῃ σπάνει γενναίων καὶ ἐλευθέρων ἀνδρῶν, ἀφθονίᾳ δὲ κολάκων καὶ γοήτων καὶ σοφιστῶν. ἐγὼ μὲν γὰρ οὐκ ἀπ ἐμαυτοῦ μοι δοκῶ προελέσθαι τοῦτο, ἀλλ ὑπὸ δαιμονίου τινὸς γνώμης.

ὧν γὰρ οἱ θεοὶ προνοοῦσιν, ἐκείνοις παρασκευάζουσι καὶ συμβούλους ἀγαθοὺς αὐτομάτους καὶ λόγους ἐπιτηδείους καὶ ξυμφέροντας εἰρῆσθαι. καὶ τοῦτο ἥκιστα ὑμᾶς ἀπιστεῖν χρή, παρ οἷς μάλιστα μὲν τιμᾶται τὸ δαιμόνιον,μάλιστα δὲ αὐτὸ δείκνυσι τὴν αὑτοῦ δύναμιν καὶ μόνον οὐ καθ ἑκάστην ἡμέραν διά τε χρησμῶν καὶ δι ὀνειράτων. μὴ οὖν οἰέσθε κοιμωμένων μόνον ἐπιμελεῖσθαι τὸν θεόν, κατ ἰδίαν ἑκάστῳ μηνύοντα τὸ συμφέρον, ἐγρηγορότων δὲ ἀμελεῖν καὶ κοινῇ καὶ ἀθρόοις μηδὲν ἂν δεῖξαι τῶν χρησίμων. πολλάκις γὰρ ἤδη καὶ ὕπαρ ὤνησε καὶ μεθ ἡμέραν ἐναργῶς προεῖπεν. ἴστε δήπου τὰς τοῦ Ἄπιδος φήμας ἐνθάδε ἐν Μέμφει πλησίον ὑμῶν, ὅτι παῖδες ἀπαγγέλλουσι παίζοντες τὸ δοκοῦν τῷ θεῷ, καὶ τοῦτο ἀψευδὲς πέφηνεν.

διδάσκοντι περὶ τῶν ἀναγκαιοτάτων, ἂν ὑπομένητε, μετὰ γνώμης καὶ πειθοῦς.

καὶ πρῶτόν γε ἁπάντων, ἵνα, ὅθενπερ ἐχρῆν, ἐγγύθεν ἄρξωμαι, τοῦτο πείσθητε βεβαίως, ὅτι τὰ συμβαίνοντα τοῖς ἀνθρώποις ἐπ ἀγαθῷ πάνθ ὁμοίως ἐστὶ δαιμόνια,κἂν πλέων τις ἐμπείρου τύχῃ κυβερνήτου κἂν ἔθνος ἢ πόλις χρηστῶν ἡγεμόνων, κἂν ἰατρὸς ἐν καιρῷ παραγένηται τῷ κάμνοντι, καὶ τοῦτον ἡγεῖσθαι χρὴ βοηθὸν ἥκειν παρὰ θεοῦ, κἂν λόγων τις ἀκούσῃ φρονίμων, ἐκεῖθεν ἐπιπεμφθῆναι.

καθόλου γὰρ οὐδὲν εὔδαιμον οὐδ ὠφέλιμον, ὃ μὴ κατὰ γνώμην καὶ δύναμιν τῶν θεῶν ἀφικνεῖται πρὸς ἡμᾶς, ἀλλὰ πανταχῇ πάντων ἀγαθῶν αὐτοὶ κρατοῦσι καὶ διανέμουσι δαψιλῶς τοῖς ἐθέλουσι δέχεσθαι:

τὰ κακὰ δὲ ἀλλαχόθεν, ὡς ἐξ ἑτέρας τινὸς πηγῆς ἔρχεται πλησίον οὔσης παρ ἡμῖν, ὥσπερ ἐπὶ τοῦδε τοῦ ὕδατος τὸ μὲν σῷζον καὶ τρέφον καὶ γόνιμον ὄντως ἄνωθέν ποθεν ἐκ δαιμονίου τινὸς πηγῆς κάτεισι, τοὺς ῥυπαροὺς δὲ ὀχετοὺς καὶ δυσώδεις αὐτοὶ ποιοῦμεν καὶ ἀφ ἡμῶν οὗτοι ἵστανται. διὰ γὰρ ἀνθρώπων ἄνοιαν καὶ τρυφὴν καὶ φιλοτιμίαν δυσχερὴς ὁ βίος καὶ μεστὸς ἀπάτης, πονηρίας, λύπης, μυρίων ἄλλων κακῶν. τούτων δὲ ἓν ἰάμα καὶ φάρμακον ἐποίησαν οἱ θεοὶ παιδείαν καὶ λόγον, ᾧ διὰ βίου μέν τις χρώμενος καὶ συνεχῶς ἦλθέ ποτε πρὸς τέλος ὑγιὲς καὶ εὔδαιμον: οἱ δὲ σπανίως καὶ διὰ χρόνου ποτὲ περιτυχόντες ἄλλοτε μὲν ζώους ἑτερήμεροι, ἄλλοτε δ αὖτε τεθνᾶσιν:

ὅμως δὲ ἤδη ποτὲ ἐξαισίων δεινῶν ἐπικειμένων αὐτοῖς ἀπετράπησαν. καὶ πονηρίᾳ.

συμβαίνει δὲ τοὺς κακίστους καὶ ἀτυχεστάτους ὡς πορρωτάτω φεύγειν ἀπὸ τοῦ λόγου καὶ μὴ ἐθέλειν ἀκούειν, μηδ ἂν βιάζηταί τις, ὥσπερ οἶμαι καὶ τῶν ἑλκῶν τὰ δυσχερῆ λίαν οὐκ ἐᾷ προσάψασθαι, καὶ τοῦτο αὐτὸ σημεῖόν ἐστι τοῦ πάνυ πονήρως αὐτὰ ἔχειν. οἱ δὲ τοιοῦτοι παρ ἑτέρους ἰάσιν ἰατροὺς οὐχ ἑκόντες ἰσχυροτέρους.

διττὴ γὰρ θεραπεία κακίας καὶ πρόνοια, καθάπερ τῶν ἄλλων νόσων: ἡ μὲν ἐοικυῖα διαίτῃ καὶ φαρμάκοις, ἡ δὲ καύσει καὶ τομῇ, προσήκουσα μᾶλλον ἄρχουσι καὶ νόμοις καὶ δικασταῖς, οἳ τὸ περιττὸν δὴ καὶ ἀνίατον ἐξαιροῦσι. βελτίους δέ εἰσιν οἱ μὴ ῥᾳδίως αὐτὸ πράττοντες. τὴν δὲ ἑτέραν ἐπιμέλειαν ἔργον εἶναί φημι τῶν δυναμένων διὰ πειθοῦς καὶ λόγου ψυχὰς πραϋ´νειν καὶ μαλάττειν.

οὗτοι δὲ σωτῆρές εἰσι καὶ φύλακες τῶν οἱών τε σώζεσθαι, πρὶν ἐλθεῖν εἰς τέλος τὴν πονηρίαν εἴργοντες καὶ κατέχοντες. δεῖ μὲν οὖν ἑκατέρων ταῖς πόλεσι, πολὺ δὲ ἐπιεικεστέρων τῶν ἐν ταῖς ἐξουσίαις. κολάζειν μὲν γὰρ προσήκει φειδόμενον,διδάσκειν δὲ μὴ φειδόμενον: καὶ χρηστοῦ μέν ἐστιν ἡγεμόνος συγγνώμη, φιλοσόφου δὲ κακοῦ μὴ πικρὸν εἶναι. τὸ μὲν γὰρ τῆς τιμωρίας σκληρὸν ἀπόλλυσι, τὸ δὲ τοῦ λόγου πικρὸν σῴζειν πέφυκε. κινδυνεύει μέντοι πολλή τις εἶναι σπάνις ὑμῖν τῶν τὸ ὕστερον ἐπισταμένων.

οὔτε γὰρ χρήματα αὐτοῖς οὔτε δύναμισπεριγίγνεται διὰ τούτου, ἀλλ ἀπέχθεια μᾶλλον καὶ λοιδορία καὶ προπηλακισμός: ὧν ἴσως οὐκ ἔδει φροντίζειν: τοιγαροῦν διὰ τὴν ἐκείνων ἀναχώρησιν καὶ σιωπὴν ἐρίδων ὑμῖν φύεται πλῆθος καὶ δικῶν καὶ βοὴ τραχεῖα καὶ γλῶτται βλαβεραὶ καὶ ἀκόλαστοι, κατήγοροι, συκοφαντήματα, γραφαί, ῥητόρων ὄχλος, καθάπερ οἶμαιδἰ ἔνδειαν ἰατρῶν ἢ ἀπειρίαν πλείους οἱ θάπτοντες γίγνονται. καὶ τούτων ἐν ἀρχῇ μὲν ᾐτιασάμην τοὺς μὴ παριόντας εἰς τὸ πλῆθος μηδὲ τολμῶντας ὑμῖν διαλέγεσθαι, ἀλλὰ σεμνοὺς μὲν εἶναι βουλομένους, ἀνωφελεῖς δ ὁρωμένους καὶ ὁμοίους τοῖς ἀγεννέσι τῶν ἀθλητῶν, οἳ τὰς παλαίστρας ἐνοχλοῦσι καὶ τὰ γυμνάσια χειρονομοῦντες καὶ παλαίοντες, εἰς δ τὸ στάδιον οὐκ ἐθέλουσιν ἰέναι, τὸν ἥλιον καὶ τὰς πληγὰς ὑφορώμενοι.

τὸ μέντοι πρᾶγμα δυσχερὲς ὄντως καὶ δι ὑμᾶς.

οὐ γὰρ ῥᾴδιον ἐνεγκεῖν τοσοῦδε πλήθους θόρυβον οὐδὲ μυριάσιν ἀνθρώπων ἀπείροις ἐναντίον βλέψαι χωρὶσᾠδῆς καὶ κιθάρας. τοῦτο μὲν γὰρ ἀλεξιφάρμακόν ἐστι πρὸς τὸν δῆμον ὑμῶν, καθάπερ στέαρ φασὶν ἐνίων ζῴων ὠφελεῖν πρός τι τῶν χαλεπῶν. ἐγὼ γοῦν, εἰ ἦν ᾠδικός, οὐκ ἂν δεῦρο εἰσῆλθον δίχα μέλους τινὸς ἢ ᾅσματος.

νῦν δὲ τούτου μὲν ἀπορῶ τοῦ φαρμάκου: θεὸς δ, ὅπερ ἔφην, θαρρῆσαί μοι παρέσχεν, ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκης ῥηιδίως, τοτὲ δ αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. εἰ οὖν τὰ τοῦ Ἑρμοῦ ἔπη κἀγὼ λέγοιμι πρὸς ὑμᾶς, ὡς ἐκεῖνος ἐν Ὀδυσσείᾳ πεποίηται Καλυψοῖ ἀπολογούμενος ὑπὲρ τῆς ἀγγελίας, ἣν ἀηδῆ οὖσαν ἐκόμιζε, τάχ ἂν ληρεῖν με φαίητε, ῥητέα δ ὅμως: Ζεὺς ἐμέ γ ἠνώγει δεῦρ ἐλθέμεν οὐκ ἐθέλοντα: τίς δ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ ἄσπετον· οὐδέ τις ἄγχι βροτῶν πόλις. ἐκεῖνος μὲν θεὸς ὢν καὶ πετόμενος δυσχεραίνει τὰ κύματα καὶ τὸ πέλαγος καὶ τὴν μεταξὺ τῶν πόλεων ἀνθρώπων ἐρημίαν:

ἐγὼ δὲ ἄνθρωπος οὐδεὶς οὐδαμόθεν ἐν τριβωνίῳ φαύλῳ μήτε ᾅδειν ἡδὺς μήτε μεῖζον ἑτέρου φθεγγόμενος, οὐκ ἄρα ἔδεισα τὸν ὑμέτερον θροῦν οὐδὲ τὸν γέλωτα οὐδὲ τὴν ὀργὴν οὐδὲ τοὺς συριγμοὺς οὐδὲ τὰ σκώμματα, οἷς πάντας ἐκπλήττετε καὶ πανταχοῦ πάντων ἀεὶ περίεστε καὶ ἰδιωτῶν καὶ βασιλέων· καὶ ταῦτα ἀκούων Ὁμήρου τε καὶ τῶν ἄλλων ποιητῶν ὑμνούντων ἀεὶ τὸν ὄχλον ὡς χαλεπόν τε καὶ ἀπειθῆ καὶ πρὸς ὕβριν ἕτοιμον, τοῦ μὲν οὕτω λέγοντος:

κινήθη δ ἀγορή, ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο, τὰ μέν τ Εὖρός τε Νότος τε ὤρορ ἐπαϊ´ξας πατρὸς Διὸς ἐκ νεφελάων:

ἑτέρου δὲ πάλιν αὖ, δῆμος ἄστατον κακόν, καὶ θαλάσσῃ πάνθ ὅμοιον ὑπ ἀνέμου ῥιπίζεται. καὶ γαληνὸς εντηχω παν πνεῦμα βραχὺ κορύσσεται. κἄν τις αἰτία γένηται, τὸν πολίτην κατέπιεν. τάχ ἂν οὖν καὶ ὑμεῖς ἐμὲ τῷ θορύβῳ καταπίοιτε καὶ τῇ ταραχῇ, βουλόμενον ὑμᾶς ὠφελεῖν.

μείναντες δὲ καὶ ἀκούσαντες διὰ τέλους πᾶσι θαυμαστοὶ δόξετε, καὶ οὐ μόνον κρουμάτων ἔμπειροι καὶ ὀρχημάτων, ἀλλὰ καὶ λόγων φρονίμων, ἵνα κἀμοὶ πρὸς τούς αἰτιωμένους καὶ καταγιγνώσκοντας, ὅτι δεῦρο εἰσῆλθον, ᾖ δικαίως ἀπολογεῖσθαι: αἰτιάσονται γάρ, εὖ ἴστε, καὶ φήσουσι δοξοκόπον εἶναι καὶ μαινόμενον, ὅστις ἐμαυτὸν ὄχλῳ καὶ θορύβῳ παρέβαλον: ὅπως οὖν ἔχω λέγειν ὅτι οὐ πᾶν πλῆθος ἀσελγές ἐστιν οὐδὲ ἀνήκοον, οὐδὲ ἀπὸ παντὸς δεῖ τοὺς πεπαιδευμένους φεύγειν. σαφέστερον δ ὑμῖν, εἰ βούλεσθε, διελεύσομαι περὶ δήμου φύσεως, τοῦτ ἔστι περὶ ὑμῶν αὐτῶν.

καὶ γὰρ ἕν τι τῶν χρησίμων ἐστὶ καὶ μᾶλλον ἂν ὑμᾶς ὠφελήσειεν ἢ περὶ οὐρανοῦ καὶ γῆς εἰ λέγοιμι. τοσούτῳ μείζονι δυνάστῃ καὶ ἄρχοντι πλεόνων, ὅσῳπερ ἂν αὐτὸς ᾖ πλείων ὁ δῆμος καὶ πόλεως γενναιοτέρας.

ἐκείνων μὲν οὖν εἰσι βασιλεῖς, θεοὶ ἐπὶ σωτηρίᾳ κοινῇ γεγονότες, κηδεμόνες ὄντως καὶ προστάται χρηστοὶ καὶ δίκαιοι, τῶν μὲν ἀγαθῶν ἑκούσιοι ταμίαι, τῶν δὲ χαλεπῶν σπανίως μεταδιδόντες καὶ κατὰ ἀνάγκην, κόσμῳπόλεων ἡδόμενοι.

οἱ δὲ τοὐναντίον σκληροὶ καὶ ἄγριοι τύραννοι, χαλεποὶ μὲν ἀκοῦσαι, χαλεποὶ δὲ συμβαλεῖν: τούτων ἡ μὲν ὀργὴ πρὸς πάντα ἕτοιμος, ὥσπερ θηρίων ἀνημέρων, τὰ δὲ ὦτα ἐμπέφρακται, καὶ πάροδος οὐκ ἔστιν εἰς αὐτὰ λόγοις ἐπιεικέσιν, ἀλλὰ κολακεία καὶ ἀπάτη κρατεῖ παρ αὐτοῖς. ὁμοίως δὲ καὶ δῆμος ὁμέν τις εὐγνώμων καὶ πρᾷος καὶ γαληνὸς ὄντως, οἱο῀ς γεύσασθαι παρρησίας καὶ μὴ πάντα ἐθέλειν τρυφᾶν, ἐπιεικής, μεγαλόφρων, αἰδούμενος τοὺς ἀγαθοὺς καὶ ἄνδρας καὶ λόγους, τοῖς νουθετοῦσι καὶ διδάσκουσι χάριν εἰδώς:

ὃν ἐγὼ τίθημι τῆς θείας καὶ βασιλικῆς φύσεως, καὶ προσιέναι φημὶ καὶ διαλέγεσθαι τούτῳ πρέπειν,καθάπερ ἵππον γενναῖον ἐξ ἡνίας εὐτελοῦς πρᾴως ἄγοντα, οὐδὲν δεόμενον ψαλίων. οἱ δὲ πλείους θρασεῖς καὶ ὑπερήφανοι, δυσάρεστοι πρὸς ἅπαντα, ἁψίκοροι, τυράννοις ὅμοιοι καὶ πολὺ χείρους:

οἱᾶ δὴ τῆς κακίας αὐτῶν οὔσης οὐ μιᾶς οὐδὲ ἁπλῆς, ἀλλὰ συμπεφορημένης ἐκ μυρίων: ὥστε πάνυ ποικίλον τε καὶ δεινὸν εἶναιθηρίον, οἱᾶ ποιηταὶ καὶ δημιουργοὶ πλάττουσι Κενταύρους τε καὶ Σφίγγας καὶ Χιμαίρας, ἐκ παντοδαπῶν φύσεων μίαν μορφὴν εἰδώλου ξυντιθέντες. τῷ δὲ τοιούτῳ τέρατι ξυμπλέκεσθαι καὶ ὁμόσε ἰέναι μαινομένου τινὸς ἀληθῶς ἔργον ἢ σφόδρα ἀνδρείου καὶ πτηνοῦ, Περσέως ἢ Βελλεροφόντου. τὸν οὖν τῶν Ἀλεξανδρέων δῆμον τὸν ἄπειρον, ὥς φασι, τῆς ποίας μερίδος θῶμεν·

ἐγὼ μὲν γὰρ ὡς τῆς βελτίονος οὖσιν ὑμῖν παρέσχηκα ἐμαυτόν: ἴσως δὲ καὶ ἄλλος προαιρήσεται τῶν ἐμοῦ κρειττόνων. καὶ μὴν οὐδὲν ἂν ἔχοιτε θέαμα κάλλιον καὶ παραδοξότερον αὑτῶν σωφρονούντων καὶ προσεχόντων.

θεῖον γὰρ δὴ καὶ σεμνὸν ἀληθῶς καὶ μεγαλοπρεπὲς δήμου πρόσωπον πρᾷον καὶ καθεστηκὸς καὶ μήτε γέλωτι σφοδρῷ καὶ ἀκολάστῳ βρασσόμενον μήτε θορύβῳ συνεχεῖ καὶ ἀτάκτῳ τεταραγμένον, ἀλλ ἀκοὴ μία τοσοῦδε πλήθους. ἴδετε δὲ αὑτοὺς ἐν τῷ παρόντι καὶ ὅταν τὰ συνήθη θεωρῆτε, οἱοί῀ ἐστε.

ἐμοὶ γὰρ νῦν μὲν ἀξιοθέατοι δοκεῖτε εἶναι καὶ ἰδιώταις καὶ βασιλεῦσι, καὶ οὐδείς ἐστιν ὃς οὐκ ἂν εἰσελθὼν καταπλαγείη τε ὑμᾶς καὶ τιμήσειεν: ἐν δὲ ταῖς ἄλλαις σπουδαῖς, ὅταν ὑμῖν ἐμπέσῃ τὸ τῆς ἀταξίας πνεῦμα, ὥσπερ ἂν τραχὺς ἄνεμος κινήσῃ θάλατταν ἰλυώδη καὶ ῥυπαράν, ἀτεχνῶς οἶμαι καθ Ὅμηρον ὁρᾶται ἀφρός τε καὶ ἄχνη καὶ φυκίων πλῆθος ἐκχεομένων: ὡσαύτως δὴ καὶ παρ ὑμῖν σκώμματα, πληγαί, γέλως.

τίς ἂν οὖν τοὺς οὕτω διακειμένους ἐπαινέσειεν· οὐ γὰρ διὰ τοῦτο καὶ τοῖς ἄρχουσιν εὐτελέστεροι φαίνεσθε· καὶ πρότερόν τινα εἰρηκέναι φασί: τὸ δὲ Ἀλεξανδρέων πλῆθος τί ἂν εἴποι τις, οἷς μόνον δεῖ παραβάλλειν τὸν πολὺν ἄρτον: οὕτω γὰρ εἰρῆσθαι πολὺ βέλτιον: καὶ θέαν ἵππων: ὡς τῶν γε ἄλλων οὐδενὸς αὐτοῖς μέλει. οὐ γὰρ ὑμεῖς μέν, ἄν τις ἀσχημονῇ τῶν μειζόνων ἐν τῷ μέσῳ πάντων ὁρώντων, καταφρονήσετε αὐτοῦ καὶ νομιεῖτε οὐδενὸς ἄξιον, κἂν μυριάκις ὑμῶν ἔχῃ τινὰ ἐξουσίαν, αὐτοὶ δὲ δύνασθε σεμνοὶ δοκεῖν καὶ σπουδαῖοι τοιαῦτα πράττοντες. οὐκ ἴστε ὅτι ὥσπερ ἡγεμὼν καὶ βασιλεὺς ὅταν προέλθῃ, τότε σαφέστατα ὁρᾶται καὶ δεῖ μηδὲν ἀγεννὲς μηδὲ αἰσχρὸν ποιεῖν:

παραπλησίως καὶ δῆμος, ὅταν εἰς ταὐτὸ προέλθῃ καὶ ἀθρόος γένηται· χρὴ μὲν γὰρ οἶμαι καὶ τὸν ἄλλον χρόνον σωφρονεῖν ὑμᾶς:

ἀλλ ὅμως ὅ, τι ἂν πράττῃ τις καθ αὑτόν, οὐ κοινόν ἐστι τοῦτο οὐδὲ τῆς πόλεως: ἐν τῷ θεάτρῳ δὲ βλέπεται τὸ δημόσιον ἦθος. ὑμεῖς δὲ μάλιστα ἐνταῦθα ἀφυλάκτωσἔχετε καὶ προήσεσθε τὴν δόξαν τῆς πόλεως: ὥσπερ αἱ κακαὶ γυναῖκες, δέον αὐτάς, κἂν οἴκοι μὴ σωφρονῶσιν, ἔξω γε προϊέναι κοσμίως, αἱ δὲ μάλιστα ἐν ταῖς ὁδοῖς ἁμαρτάνουσιν. τί οὖν·

τάχα ἐρεῖ τις, τοῦτο μόνον ἁμαρτάνομεν, τὸ φαύλως θεωρεῖν· καὶ περὶ τούτου μόνου λέγεις ἡμῖν, ἄλλο δ οὐθέν· δέδοικαἅμα τὸ περὶ πάντων ἐπεξελθεῖν. καὶ μὴν περί γε τῶν ἄλλωντὸ μὲν πάντα ἐπεξελθεῖν, καὶ ταῦτα ἐν ἡμέρᾳ μιᾷ, καὶ τελέως ὑμᾶς ἀναγκάσαι καταγνῶναι τῆς κακίας καὶ τῶν ἁμαρτημάτων οὐ δυνατόν:

οὐδ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ εἰε῀ν, φωνὴ δ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη: εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι, Διὸς αἰγιόχοιο θυγατέρες, μνησαίαθ ὅση κακότης παρὰ πᾶσιν, οὐχ ὑμῖν μόνοις. αὐτὸ δὲ τοῦτο περὶ οὗ λέγειν ἠρξάμην, ὁρᾶτε ἡλίκον ἐστίν. ὅπως μὲν γὰρ ἑστιᾶσθε καθ ἑαυτοὺς ἢ κοιμᾶσθε ἢ διοικεῖτε τὴν οἰκίαν ἕκαστος οὐ πάνυ δῆλός ἐστιν: ὅπως μέντοι θεωρεῖτε καὶ ποῖοί τινες ἐνθάδε ἐστὲ ἅπαντες Ἕλληνες καὶ βάρβαροι ἴσασιν.

ἡ γὰρ πόλις ὑμῶν τῷ μεγέθει καὶ τῷ τόπῳ πλεῖστον ὅσον διαφέρει καὶ περιφανῶς ἀποδέδεικται δευτέρα τῶν ὑπὸ τὸν ἥλιον.

ἥ τε γὰρ Αἴγυπτος , τηλικοῦτον ἔθνος, σῶμα τῆς πόλεώς ἐστι, μᾶλλον δὲ προσθήκη, τοῦ τε ποταμοῦ τὸ ἴδιον τῆς φύσεως παρὰ τοὺς ἄλλους ἅπαντας λόγου μεῖζον, τό τε θαυμαστὸν αὐτοῦ καὶ τὸ ὠφέλιμον, τήν τε θάλατταν τὴν καθ ἡμᾶς ἅπασαν ἐκδέχεσθε, κάλλει τε λιμένων καὶ μεγέθει στόλου καὶ τῶν πανταχοῦ γιγνομένων ἀφθονίᾳ καὶ διαθέσει, καὶ τὴν ἔξωθεν ὑπερκειμένην ἔχετε, τήν τε Ἐρυθρὰν καὶ τὴν Ἰνδικήν, ἧς πρότερον τοὔνομα ἀκοῦσαι χαλεπὸν ἦν:

ὥστε τὰς ἐμπορίας οὐ νήσων οὐδὲ λιμένων οὐδὲ πορθμῶν τινων καὶ ἰσθμῶν, ἀλλὰ σχεδὸν ἁπάσης τῆς οἰκουμένης γίγνεσθαι παρ ὑμῖν. κεῖται γὰρ ἐν συνδέσμῳ τινὶ τῆς ὅλης γῆς καὶ τῶν πλεῖστον ἀπῳκισμένων ἐθνῶν, ὥσπερ ἀγορὰ μιᾶς πόλεως εἰς ταὐτὸ ξυνάγουσα πάντας καὶ δεικνύουσά τε ἀλλήλοις καὶ καθ ὅσον οἱό῀ν τε ὁμοφύλους ποιοῦσα. ἴσως οὖν χαίρετε ἀκούοντες, καὶ νομίζετε ἐπαινεῖσθαι ταῦτα ἐμοῦ λέγοντος, ὥσπερ ὑπὸ τῶν ἄλλων τῶν ἀεὶ θωπευόντων ὑμᾶς:

ἐγὼ δὲ ἐπῄνεσα ὕδωρ καὶ γῆν καὶ λιμένας καὶ τόπους καὶ πάντα μᾶλλον ἢ ὑμᾶς. ποῦ γὰρ εἶπον ὥς ἐστε φρόνιμοι καὶ σώφρονες καὶ δίκαιοι· οὐχὶ τἀναντία τούτων· ἔστι γὰρ ἀνθρώπων ἔπαινος εὐταξία, πρᾳότης, ὁμόνοια, κόσμος πολιτείας, τὸ προσέχειν τοῖς ὀρθῶς λέγουσι, τὸ μὴ πάντοτε ζητεῖν ἡδονάς. ἀναγωγαὶ δὲ καὶ κατάρσεις καὶ πλήθους ὑπερβολὴ καὶ ὠνίων καὶ νεῶν πανηγύρεως καὶ λιμένος καὶ ἀγορᾶς ἐστιν ἐγκώμιον, οὐ πόλεως: οὐδέ γε, ἂν ὕδωρ ἐπαινῇ τις, ἀνθρώπων ἔπαινος οὗτός ἐστιν, ἀλλὰ φρεάτων:

οὐδ ἂν περὶ εὐκρασίας λέγῃ τις, τοὺς ἀνθρώπους εἶναί φησιν ἀγαθούς, ἀλλὰ τὴν χώραν: οὐδ ἂν περὶ ἰχθύων, τὴν πόλιν ἐπαινεῖ: πόθεν· ἀλλὰ θάλατταν ἢ λίμνην ἢ ποταμόν. ὑμεῖς δέ, ἂν ἐγκωμιάζῃ τις τὸν Νεῖλον, ἐπαίρεσθε, ὥσπερ αὐτοὶ ῥέοντες ἀπὸ Αἰθιοπίας. σχεδὸν δὲ καὶ τῶν ἄλλων οἱ πλείους ἐπὶ τοῖς τοιούτοις χαίρουσι, καὶ μακαρίους ἑαυτοὺς κρίνουσιν, ἂν οἰκῶσι καθ Ὅμηρον νῆσον δενδρήεσσαν ἢ βαθεῖαν τινα ἤπειρον ἢ πρὸς ὄρεσι σκιεροῖς ἢ πηγαῖς διαυγέσιν:

ὧν οὐδὲν ἴδιόν ἐστιν ἐκείνων: ἀρετῆς δὲ οὐδὲ ὄναρ αὐτοῖς μέλει. ἐγὼ δὲ τούτων ἐμνήσθην οὔτε ὑμᾶς ἐπαίρων οὔτε τοῖς συνήθως ὑμνοῦσιν αὐτὰ ῥήτορσιν ἢ ποιηταῖς παραβάλλων ἐμαυτόν.

δεινοὶ γὰρ ἐκεῖνοι καὶ μεγάλοι σοφισταὶ καὶ γόητες: τὰδ ἡμέτερα φαῦλα καὶ πεζὰ ἐν τοῖς λόγοις, οὐ μέντοι περὶ φαύλων. καὶ νῦν εἶπον τὰ περὶ τῆς πόλεως, δεῖξαι βουλόμενος ὑμῖν ὡς ὅ, τι ἂν ἀσχημονῆτε οὐ κρύφα γίγνεται τοῦτο οὐδ ἐν ὀλίγοις, ἀλλ ἐν ἅπασιν ἀνθρώποις. ὁρῶ γὰρ ἔγωγε οὐ μόνον Ἕλληνασπαρ ὑμῖν οὐδ Ἰταλοὺς οὐδὲ ἀπὸ τῶν πλησίον Συρίας, Λιβύης, Κιλικίας, οὐδὲ τοὺς ὑπὲρ ἐκείνους Αἰθίοπας οὐδὲ Ἄραβας ἀλλὰ καὶ Βακτρίους καὶ Σκύθας καὶ Πέρσας καὶ Ἰνδῶν τινας, οἳ συνθεῶνται καὶ πάρεισιν ἑκάστοτε ὑμῖν:

ὥστε ὑμεῖς μὲν ἀκούετε ἑνός, ἂν οὕτω τύχῃ, κιθαρῳδοῦ, καὶ τούτου συνήθους, ἀκούεσθεδὲ ὑπὸ μυρίων ἐθνῶν οὐκ ἐπισταμένων ὑμᾶς, καὶ ὁρᾶτε μὲν τρεῖς ἢ τέτταρας ἡνιόχους, ὁρᾶσθε δὲ ὑπὸ τοσούτων μὲν Ἑλλήνων, τοσούτων δὲ βαρβάρων. τί οὖν οἰέσθε τούτους ἐπὶ γῆς πέρατα ἐλθόντας λέγειν·

οὐχ ὡς πόλιν εἴδομεν τὰ μὲν ἄλλα θαυμαστὴν καὶ τῶν ἀνθρωπίνων θεαμάτων πάντων κρεῖττον θέαμα, κόσμῳτε ἱερῶν καὶ πλήθει πολιτῶν καὶ τῶν ἐπιτηδείων περιουσίᾳ, πάντα ἀκριβῶς διεξιόντας ὡς ἂν δύνωνται τοῖς αὑτῶν, ἃ καὶ μικρὸν ἔμπροσθεν εἶπον, τὰ τοῦ Νείλου καὶ τῆς χώρας καὶ τῆς θαλάττης καὶ τὸ μέγιστον τὴν ἐπιφάνειαν τοῦ θεοῦ: μαινομένην δὲ ὑπὸ ᾠδῆς καὶ δρόμων ἱππικῶν καὶ μηδὲν ἄξιον πράττουσαν ἐν τούτοις ἑαυτῆς· οἱ γὰρ ἄνθρωποι θύοντες μέν εἰσι μέτριοι καὶ βαδίζοντες καθ αὑτοὺς καὶ τἄλλα πράττοντες:

ὅταν δὲ εἰς τὸ θέατρον εἰσέλθωσιν ἢ τὸ στάδιον, ὥσπερ φαρμάκων αὐτοῖς ἐκεῖ κατορωρυγμένων, οὐδὲν οἴδασι τῶν προτέρων οὐδὲ αἰσχύνονται λέγειν ἢ ποιεῖν ὅ, τι ἂν αὐτοῖς ἐπέλθῃ. τὸ δὲ πάντων χαλεπώτατον, ἐσπουδακότες περὶ τὴν θέαν οὐχ ὁρῶσι καὶ ἀκούειν ἐθέλοντες οὐκ ἀκούουσι, σαφῶς ἐξεστηκότες καὶ παρανοοῦντες, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ παῖδες καὶ γύναια.

ἐπειδὰν δὲ παύσηται τὸ δεινὸν καὶ διαλυθῶσι, τὸ μὲν ἀκμαιότερον ἔσβεσται τῆς ταραχῆς: ἔτι δὲ ἔν τε συνόδοις καὶ στενωποῖς μένει καὶ δι ὅλης τῆς πόλεως ἐπὶ συχνὰς ἡμέρας: καθάπερ ἐμπρησμοῦ μεγάλου λήξαντος ἰδεῖν ἔστι μέχρι πολλοῦ τήν τε λιγνὺν καὶ μέρη τινὰ φλεγόμενα. καίτοι τάχα ἐρεῖ τις τῶν Περσῶν ἢ τῶν Βακτρίων, ὡς αὐτοὶ μὲν ἴσασιν ἱππεύειν καὶ σχεδὸν ἄριστοι δοκοῦσιν ἱππεῖς:

τὸ γὰρ πρᾶγμα ὑπὲρ ἀρχῆς καὶ ἐλευθερίας ἐπιτηδεύουσιν: ἀλλ ὅμως οὐδὲν τοιοῦτον πεπόνθασιν: ὑμεῖς δὲ οὐδεπώποτε αὐτοὶ θιγόντες οὐδ ἐπιβάντες ἵππων οὐ δύνασθε κατέχειν αὑτοὺς, ἀλλ ἐστὲ ὅμοιοι χωλοῖς ὑπὲρ δρόμου ἐρίζουσιν. τοιγαροῦν δειλοὶ ὄντες καὶ ἀστράτευτοι πολλὰς ἤδη νενικήκατε ἱππομαχίας. σκοπεῖτε δὲ μὴ περὶ ὑμῶν ἀληθέστερον οὗτοι λέγωσιν ἤ περὶ τῶν Ἑλλήνων Ἀνάχαρσιν τὸν Σκύθην φασὶν εἰπεῖν:

ἐδόκει μὲν γὰρ εἶναι τῶν σοφῶν: ἧκε δὲ εἰς τὴν Ἑλλάδα θεασόμενος οἶμαι τά τε ἔθη καὶ τοὺς ἀνθρώπους: ἔλεγεν οὖν ὡς ἔστιν ἐν ἑκάστῃ πόλει τῶν Ἑλλήνων ἀποδεδειγμένον χωρίον, ἐν ᾧ μαίνονται καθ ἡμέραν, τὸ γυμνάσιον λέγων: ἐπειδὰν γὰρ ἐλθόντες ἀποδύσωνται, χρίονται φαρμάκῳ. τοῦτο δὲ ἔφη κινεῖν αὐτοῖς τὴν μανίαν. εὐθὺς γὰρ οἱ μὲν τρέχουσιν, οἱ δὲ καταβάλλουσιν ἀλλήλους, οἱ δὲ τὼ χεῖρε ἀνατείναντες μάχονται πρὸς οὐδένα ἀνθρώπων, οἱ δὲ παίονται. ταῦτα δὲ ποιήσαντες, ἀποξυσάμενοι τὸ φάρμακον αὐτίκα σωφρονοῦσι, καὶ φιλικῶς αὑτοῖς ἤδη ἔχοντες βαδίζουσι κάτω ὁρῶντες, αἰσχυνόμενοι τοῖς πεπραγμένοις.

ἐκεῖνος μὲν παίζων καὶ καταγελῶν οὐ φαύλου πράγματος, ὡς ἐγὼ δοκῶ, ταῦτα ἔλεγεν.

περὶ δὲ ὑμῶν τί ἄν τις ἔχοι λέγειν· καὶ γὰρ ὑμεῖς ὅταν συνέλθητε, πυκτεύετε, βοᾶτε, ῥιπτεῖτε, ὀρχεῖσθε, ποίῳ χρισάμενοι φαρμάκῳ· δῆλον ὅτι τῷ τῆς ἀνοίας: ὡς οὐκ ἦν ὑμῖν ἐπιεικῶς αὐτὰ ὁρᾶν. μὴ γὰρ τοῦτό με οἰέσθε λέγειν ὡς οὐ χρὴ καὶ τὰ τοιαῦτα γίγνεσθαι ἐν ταῖς πόλεσι: χρὴ γὰρ ἴσως καὶ ἀναγκαῖόν ἐστι διὰ τὴν τῶν πολλῶν ἀσθένειαν καὶ σχολήν: ἴσως δὲ καὶ τῶν βελτιόνων εἰσὶν οἱ δεόμενοι διατριβῆς τινος καὶ παραμυθίας ἐν τῷ βίῳ: δεῖ δὲ μετὰ κόσμου καὶ σχήματος πρέποντος ἀνθρώποις ἐλευθέροις. οὐ γὰρ παρὰ τοῦτο οὔτε τῶν ἵππων οὐδεὶς δραμεῖται βράδιον οὐδὲ χεῖρον ᾅσεταί τις τῶν ᾀδόντων, ἂν εὐσχημονῆτε ὑμεῖς.

νυνὶ δὲ τὸ μὲν τῶν ἡνιόχων τινὰ ἐκπεσεῖν ἐκ τοῦ δίφρου δεινὸν ἡγεῖσθε καὶ συμφορὰν πασῶν μεγίστην: αὐτοὶ δὲ ἐκπίπτοντες ἐκ τοῦ κόσμου τοῦ προσήκοντος καὶ τῆς ἀξίας τῆσἑαυτῶν οὐ φροντίζετε. κἂν μὲν ὑμῖν ὁ κιθαρῳδὸς ἐκμελῶς ᾅδῃ καὶ παρὰ τὸν τόνον, συνίετε: αὐτοὶ δὲ παντελῶς ἔξω τῆς ἁρμονίας τῆς κατὰ φύσιν γιγνόμενοι καὶ σφόδρα ἀμούσως ἔχοντες οὐ διαφέρεσθε. καίτοι πόσοι διὰ ταῦθ ὑμῶν ἀπολώλασιν·

ἀδοξοῦσι μὲν γὰρ πάντες. αἱ δὲ Σειρῆνες ἄλλο τι ἐποίουν, ὡς ὁ μῦθόσφησιν, οὐκ ἀπώλλυον τοὺς σφόδρα ἡσθέντας αὐταῖς· ἀλλ ἐκεῖναι μὲν ἐν ἐρήμῳ ἦσαν πελάγει καὶ μακρὰν ἀπῳκισμέναι καθ αὑτὰς ἐπὶ σκοπέλου τινός, ὅπου μηδεὶς ῥᾳδίως παρέβαλλε: κἀκεῖ δ ὁ νοῦν ἔχων ἐσώθη καὶ μεθ ἡσυχίας ἤκουσεν. αὗται δὲ σχεδὸν ἐν μέσῳ τῆς οἰκουμένης ἐν τῇ πολυανθρωποτάτῃ πασῶν πόλει τοιαῦταἐργάζονται, μὰ Δι οὐ δι αὑτῶν τινα ἡδονὴν ἢ δύναμιν, ἀλλὰ διὰ τὴν ὑμετέραν ἀβελτερίαν. διὰ τί γὰρ ἔξω παραπλησίως ἀκούονται τοῖς ἄλλοις καὶ πολλάκις ἀηδεῖς ἔδοξαν· μὴ τὰ ὦτα ἐπαλήλιπται τῶν ἐκεῖ·

τί οὖν τοῦτο δείκνυσι· μὰ Δί οὐ μουσικῆς ἰσχὺν οὐδ ὑπερβολὴν τέχνης, ἀλλ ἀκροατῶν κουφότητακαὶ πόλεως ἀσθένειαν.

φασὶ γοῦν ἤδη τινὰς τῶν ἀπολωλότων διὰ τὴν τοιαύτην πρόφασιν νεανιεύσασθαι, μὴ παραιτουμένους τὸν θάνατον, ἀλλὰ προσλιπαροῦντας, ὅπως ἀκούσωσιν ἐπὶ πλέον. τοῦτο δ ἐστὶ θαυμαστὸν ἐπ ὀνείδει καὶ καταγέλωτι τῆς πόλεως, εἰ παρὰ μὲν τοῖς ἄλλοις ἀριστεῖς καὶ τυραννοκτόνοι μνημονεύονται, σωτηρίας ἕνεκεν τῶν πατρίδων ἐπιδιδόντες αὑτούς: παρὰ δὲ ὑμῖν ὑπὲρ χορδῆς τοῦτο πάσχουσι καὶ δι ἡδονὴν μικράν, μᾶλλον δὲ δόξαν κενήν. οὐ γὰρ ἡδόμενοι τοσοῦτον ὅσον οἰόμενοι καὶ βουλόμενοι προϊένται σφᾶς αὐτούς. τοσαύτη δ ἐστὶ δυστυχία τῶν ταλαιπώρων, ὥστε ἀνδρεῖον ἡγοῦνται τὸ πάντων ἀνανδρότατον καὶ σεμνὸν τὸ αἴσχιστον. ἑλοίμην γὰρ ἂν ἔγωγε λῃστεύων ἀποθανεῖν ἢ διὰ τοιαύτην αἰτίαν.

τὸ μὲν γάρ ἐστιν ἀνδρὸς πονηροῦ θάνατος, τὸ δὲ ἀνδραπόδου δυστυχοῦς. κἀκεῖνος μὲν ἀδικηθεὶς ἴσως ἐπὶ τοῦτο ἦλθεν, ὑπὲρ τοὺς νόμους ἀμύνασθαι πειρώμενος, καὶ τάχα τι καὶ γενναῖον ἐδύνατο πρᾶξαι μὴ τοιούτου τυχὼν δαίμονος: ὁδὶ δὲ κραυγῇ μόνον καὶ ἀνοίᾳ διὰ δυστυχῆ φθόγγον καὶ κακὴν ἔγκλισιν καὶ τὰς ἐκμελεῖς καμπὰς καὶ λήρους καὶ κυνισμοὺς καὶ ὀλέθρους ἀκλεῶς ἀπολλύμενος. ἔστι δὲ ὁ τοιοῦτος μυίας θάνατος. καὶ γὰρ ἐκείναις ὅ, τι ἂν γευσαμέναις γλυκὺ φανῇ, πρὸς τούτῳ διαφθείρονται. τί οὖν τοῦτο λαμπρόν, ὦ κακοδαίμονες· ὑπὲρ μὲν γὰρ δικαιοσύνης καὶ ἀρετῆς καὶ πατρῴων γερῶν καὶ νόμων καὶ χρηστοῦ βασιλέως, εἰ δέοι, πονεῖν καὶ ἀποθνῄσκειν ἀγαθῆς ἐστι καὶ οὐ φιλοζῴου ψυχῆς:

ὑπὲρ δὲ τῆς ψαλτρίας ἀπάγχεσθαι, καθάρματος ἀγεννοῦς καὶ ζῆν οὐκ ἀξίου, πόσης αἰσχύνης· καὶ τούτους μὲν ἐάσωμεν, ἀλλ ἐν αὐτῇ τῇ θέᾳ τὰ γιγνόμενα οὐκ αἰσχρὰ καὶ μεστὰ πάσης ὕβρεως, τὸ ἀνατετάσθαι καὶ ἀποβλέπειν, μόνον οὐκ ἐπὶ τοῖς χείλεσι τὰς ψυχὰς ἔχοντας, καθάπερ οἶμαι διὰ τῶν ὤτων τὴν εὐδαιμονίαν δεχομένους, σωτῆρα καὶ θεὸν καλοῦντας ἄνθρωπον ἄθλιον· πόσον τινὰ γέλωτα τοὺς θεοὺς ὑμῶν καταγελᾶν οἰέσθε, ὅταν πάλιν ἐκείνους προσκυνοῦντες ταὐτὰ προσφέρησθε καὶ διὰ τῶν αὐτῶν ἀναγκάζησθε τιμᾶν τὸ δαιμόνιον·

ἀλλ ἔστιν εὐγνώμων ὁ θεός, ὡς θεός, οἶμαι, καὶ φέρει πρᾴως τὴν τῶν πολλῶν ἄνοιαν. τοιγαροῦν ὡς παισὶν ὑμῖν παιδαγωγοὺς δέδωκε τοὺς φρονιμωτέρους τῆς πόλεως, μεθ ὧν καὶ θεωρεῖτε καὶ τἄλλα ἄμεινον πράττετε.

ἐπεὶ πῶς ἂν ἀπείχεσθε ἀλλήλων· καίτοι ποίους τινὰς ἂν ὑμεῖς ἡγοῖσθε ἀνθρώπους, οἷς ἐλευθερία μὴ συμφέρει· νὴ Δία, τὸ γὰρπρᾶγμά ἐστι φύσει τοιοῦτον. οὐ γὰρ καὶ ἐν ἄλλαις πόλεσιν ᾅδουσι καὶ νὴ Δία αὐλοῦσι καὶ τρέχουσι καὶ πάνθ ὅσα γίγνεται παρ ὑμῖν καὶ παρ ἑτέροις τισίν· ἀλλ οὐδαμοῦ τοιοῦτος ἔρως ἐστὶ τοῦ πράγματος οὐδὲ οἶστρος. ἐπεὶ καὶ τῶν ἄλλων εὑρήσομεντὰ πλεῖστα ταὐτὰ πράττοντας τοῖς ἀνοήτοις τοὺς σώφρονας, οἱο῀ν ἐσθίοντας, βαδίζοντας, παίζοντας, θεωροῦντας:

ἡ γὰρ φύσις ἀναγκάζει πολλῶν ὁμοίων δεῖσθαι:

διαφέρουσι μέντοι περὶ ταῦτα πάντα: αὐτίκα ἑστιώμενοι πρῶτον οἱ μὲν οὔτε ἀμαθῶς οὔτε ἀπρεπῶς διάγουσιν, ἀλλ εὐσχημόνως ἅμα καὶ προσηνῶς, εὐωχίας,οὐ παροινίας, ἄρχοντες, φιλοφρονούμενοι τοὺς συνόντας, οὐ θρασυνόμενοι πρὸς αὐτούς: οἱ δὲ ἀπηνῶς καὶ ἀκολάστως, μετὰ βοῆς καὶ ἀταξίας ὀργιζόμενοι καὶ γελῶντες, πλεονεκτοῦντες ἀλλήλους, οὐ παρακαλοῦντες, τελευτῶντες ἀπίασι κακόν τι τοῖς συμπόταις δόντες ἢ παρ ἐκείνων λαβόντες: οἱάν ποτὲ γενέσθαι φασὶ Κενταύρων συνουσίαν.

καὶ τί δεῖ τἄλλα ἐπεξιέναι καθ ἕκαστον·

ἀλλὰ τὸ βαδίζειν, ὃ κοινόν ἐστι καὶ ἁπλοῦν δήπουθεν, τοῦ μὲν ἐμφαίνει τὴν ἡσυχίαν τοῦ τρόπου καὶ τὸ προσέχειν ἑαυτῷ, τοῦ δὲ ταραχήν καὶ ἀναίδειαν: σπουδῇ πρόσεισι, φθέγγεται βαδίζων πεσών τινα ἐώσε, μάχεται πρὸς ἕτερον. ὁμοίως καὶ περὶ τὰς θέας οἱ μέν εἰσιν ἄπληστοι καὶ λίχνοι καὶ περὶ πάντα ὁμοίως ἐπτοημένοι τὰ τυχόντα, οἱ δὲ κοσμίως καὶ μετ εἰρήνης μετέχουσιν. ἀλλ οὐχ ὑμεῖς, ἀλλ ἐκπεπληγμένοι κάθησθε, ἀναπηδᾶτε τῶν ὀρχηστῶν μᾶλλον, συντείνεσθε ὑπὸ τῶν ᾀσμάτων:

τοὺς μὲν γὰρ ἄλλους ἀνθρώπους ἡ μέθη πρὸς ᾠδὴν τρέπει καὶ ὄρχησιν: παρ ὑμῖν δὲ τοὐναντίον ἐστίν. ἡ γὰρ ᾠδὴ μέθην ἐμποιεῖ καὶ παράνοιαν. οἴνου μὲν οὖν τοιαύτη φύσις, τὸ μὴ δύνασθαι σωφρονεῖν, ἀλλὰ πολλὰ δυσχερῆ πράττειν ἀναγκάζεσθαι τοὺς σκαιῶς αὐτῷ καὶ ἀμέτρως χρωμένους: ὑπὸ δὲ ᾠδῆς σφαλλομένους καὶ πολὺ κάκιον ἔχοντας τῶν παροινούντων εὐθὺς ἀπὸ τῆς ἀρχῆς, οὐχ ὥσπερ ἐν τῷ πότῳ προϊόντας, οὐκ ἔστιν ἄλλους ἰδεῖν. παρὰ μὲν γὰρ ἐνίοις τῶν βαρβάρων μέθην φασὶ γίγνεσθαι πραεῖαν δι ἀτμοῦ θυμιαμάτων τινῶν: ἔπειτα χαίρουσι καὶ ἀνίστανται γελῶντες καὶ πάντα ποιοῦσιν ὅσα ἄνθρωποι πεπωκότες, οὐ μέντοι κακὸν οὐδὲν ἀλλήλους ἐργάζονται:

τῶν δὲ Ἑλλήνων ὑμεῖς μόνοι δι ὤτων καὶ φωνῆς αὐτὸ πάσχετε, μᾶλλον δὲ ληρεῖτε ἐκείνων καὶ παραφέρεσθε καὶ μᾶλλον ἐοίκατε κραιπαλῶσιν. καίτοι τὰ τῶν Μουσῶν καὶ τὰ τοῦ Ἀπόλλωνος ἤπια δῶρα καὶ προσηνῆ. τὸν μὲν γὰρ Παιήονα καὶ Ἀλεξίκακον προσαγορεύουσιν, ὡς ἀποτρέποντα τῶν κακῶν καὶ ὑγίειαν ἐμποιοῦντα ταῖς ψυχαῖς καὶ σώμασιν, οὐ νόσον οὐδὲ μανίαν: τὰς δὲ παρθένους, ὡς ἂν αἰδουμένας τε καὶ σώφρονας. ἥ τε μουσικὴ θεραπείας ἕνεκα τοῖς ἀνθρώποις εὑρῆσθαι δοκεῖ τῶν παθῶν καὶ μάλιστα δὴ μεταστρέφειν ψυχὰς ἀπηνῶς καὶ ἀγρίως διακειμένας.

διὰ τοῦτο καὶ τῶν φιλοσόφων ἔνιοι πρὸς λύραν αὑτοὺς ἡρμόσαντο ἑώθεν, ἀποπαύοντες τῆς διὰ τῶν ὀνειράτων ταραχῆς.

καὶ θεοῖς μετὰ μέλους θύομεν, ἵνα εὔτακτοι καὶ καθεστηκότες ὦμεν. ἕτερος δὲ αὖ τρόπος αὐλοῦ τε καὶ ᾠδῆς ἐν πένθεσιν, ἰωμένων οἶμαι τὸ σκληρὸν καὶ ἄτεγκτον τοῦ πάθους, θηλυτέραν δὲ τὴν λύπην ἐργαζομένων δι ᾠδῆς λανθανούσης μετὰ γόων, ὥσπερ οἱ ἰατροὶ τὰ φλεγμαίνοντα τῶν ἑλκῶν ὑγραίνοντες καὶ μαλακοποιοῦντες ἀνώδυνα ἔθηκαν. οὐχ ἧττον δὲ καὶ περὶ συνουσίας ἔδοξε πρέπειν ἡ μουσικῆς δύναμις, ἁρμονίαν καὶ τάξιν αὐτόματον ταῖς ψυχαῖς ἐπεισάγουσα καὶ τὸ σφαλερὸν τῆς ἐν οἴνῳ τέρψεως παραμυθουμένη μετὰ ξυγγενοῦς δυνάμεως, ὥσπερ αὐτῷσυγκεραννύμενον ἐμμελὲς γίγνεται καὶ μέτριον.

ταῦτα δὴ πάντα ἀνέστραπται νῦν καὶ μεθέστηκεν εἰς τοὐναντίον. οὐ γὰρ ἐκ Μουσῶν, ἀλλ ἐκ Κορυβάντων τινῶν κατέχεσθε, καὶ πιστὰ ποιεῖτε τὰ τῶν ποιητῶν μυθολογήματα: ὡς ἐκεῖνοί γε παρεισάγουσι Βάκχας τινὰς μαινομένας ὑπὸ μέλους καὶ Σατύρους: οὐκοῦν ὑμῖν τὰ τῶν νεβρίδωντε καὶ θύρσων ἐνδεῖ καὶ τὸ λέοντας φέρειν ἐν ταῖς ἀγκάλαις: τὰ δὲ ἄλλα καὶ πάνυ μοι δοκεῖτε ἐοικέναι Νύμφαις καὶ Σατύροις. ἱλαροί τε γὰρ ἀεὶ καὶ φιλογέλωτες καὶ φιλορχησταί:

πλὴν οὐκ αὐτόματος ὑμῖν ἀναβλύει διψήσασιν ὁ οἶνος ἐκ πέτρας ποθέν τινος ἢ νάπης, οὐδὲ γάλα καὶ μέλι δύνασθε εὐχερῶς οὕτως ἔχειν ἅ᾿κροισιδακτύλοισι διαμῶντες χθόνἀ: ἀλλ οὐδὲ τὸ ὕδωρ ὑμῖν ἀφικνεῖται δεῦρο αὐτόματον οὐδὲ τὴν μᾶζαν ἔχετε ἐν ἐξουσίᾳ δήπουθεν, ἀλλὰ καὶ ταύτην ἐκ τῆς τῶν κρειττόνων χειρὸς λαμβάνετε: ὥστε ἴσως καιρὸς ἦν ὑμᾶς παύσασθαι βακχειῶν καὶ προσέχειν μᾶλλον αὑτοῖς. νυνὶ δὲ ἂν μόνον ἀκούσητε χορδῆς, ὥσπερ σάλπιγγος ἀκηκοότες, οὐκέτι δύνασθε εἰρήνην ἄγειν. ἆρά γε μή Λακεδαιμονίους μιμεῖσθε·

φασὶ γοῦν αὐτοὺς τὸ ἀρχαῖον πρὸς αὐλὸν πολεμεῖν: ὑμεῖς δὲ πρὸς κιθάραν αὐτὸ δρᾶτε. ἢ βούλεσθε, ἐπειδὴ τοῖς βασιλεῦσι τοὺς δήμους κἀγὼ παρέβαλον, Νέρωνι φαίνεσθαι τὴν αὐτὴν ἔχοντες νόσον· ἀλλ οὐδ ἐκεῖνον ὤνησεν ἡ λίαν ἐμπειρία περὶ τοῦτο καὶσπουδή. καὶ πόσῳ κρεῖττον μιμεῖσθαι τὸν νῦν ἄρχοντα παιδείᾳ καὶ λόγῳ προσέχοντα· οὐκ ἀποθήσεσθε τὴν αἰσχρὰν ταύτην καὶ ἄμετρον φιλοτιμίαν· οὐ φυλάξεσθε τοὺς ἄλλους σκώπτοντες καὶ ταῦτα ἐν ἀνθρώποις, εἰ θεμιτὸν εἰπεῖν, οὐδὲν μέγα οὐδὲ θαυμαστὸν ἔχουσιν· εἰ γὰρ Ἰσμηνίας ηὔλει παρ ὑμῖν ἢ Τιμόθεος ᾖδεν ὁ παλαιὸς ἢ Ἀρίων, ὑφ οὗ λέγουσιν ᾅδοντος ἐν τῷ πελάγει τοὺς δελφῖνας ἀφικέσθαι πρὸς τὴν ναῦν, καὶ μετὰ ταῦτα ἐκπεσόντα αὐτὸν κατὰ τύχην τινὰ ἀναλαβεῖν καὶ σῶσαι, πῶς ἂν διέκεισθε·

τούτων μὲν γάρ ἐστιν οὐδεὶς Ἀμφίων οὐδὲ Ὀρφεύς: ὁ μὲν γὰρ υἱὸς ἦν Μούσης, οἱ δὲ ἐκ τῆς Ἀμουσίας αὐτῆς γεγόνασι: διαθρύψαντες γὰρ καὶ κατάξαντες τὸ σεμνὸν τοῦ μέλους καὶ πάντα τρόπον λωβησάμενοι τὴν ἀρχαίαν μουσικήν - τίς γὰρ αὐτῶν ᾠδὴν τέλειον ἢ γενναῖον ῥυθμὸν οἱό῀ς τε εἰπεῖν· - ἀλλὰ ᾅσματα γυναικῶν καὶ κρούματα ὀρχηστῶν καὶ παροινίας τερετισμάτων ὥσπερ κακοὶ καὶ περίεργοι μάγειροι συντρίψαντες ἰδιώτας καὶ λίχνους ἀκροατὰς κινοῦσιν.

τοιγαροῦν οὐκ ἀπὸ κύκνων οὐδὲ ἀηδόνων ὁ ζῆλος αὐτῶν ὠνόμασται παρ ὑμῖν αὐτοῖς, ἀλλ, ὡς ῾; ; οἰκε, κνυζηθμοῖς καὶ ὑλαγμοῖς εἰκάζετε. καίτοι φιλοσόφους μὲν ᾔδειν οὕτως καλουμένους, κιθαρῳδοὶ δὲ Κυνικοὶ παρὰ μόνοις ὑμῖν γεγόνασιν. ὁ μὲν οὖν Ἀμφίων πρὸς τὸ μέλος, ὥς φασιν, ἤγειρε καὶ ἐπύργου τὴν πόλιν: οὗτοι δὲ ἀνατρέπουσι καὶ καταλύουσιν. καὶ μὴν ὅ γε Ὀρφεὺς τὰ θηρία ἡμέρου καὶ μουσικὰ ἐποίει διὰ τῆς ᾠδῆς: οὗτοι δὲ ὑμᾶς, ἀνθρώπους ὄντας, ἀγρίους πεποιήκασι καὶ ἀπαιδεύτους. ἔχω δὲ καὶ ἄλλον εἰπεῖν λόγον ἀνθρώπου Φρυγὸς ἀκούσας, Αἰσώπου συγγενοῦς, δεῦρο ἐπιδημήσαντος, ὃν εἰς Ὀρφέα καὶ ὑμᾶς ἔλεγεν.

ἔστι δὲ τῶν ὑμετέρων σκωμμάτων ἀτοπώτερος καὶ μακρότερος.

σκοπεῖτε οὖν, εἰ βούλεσθε ἀκοῦσαι, καὶ μὴ δυσχεράνητε. ἔφη τοίνυν ἐκεῖνος περί τε Θρᾴκην καὶ Μακεδονίαν τὸν Ὀρφέα μελῳδεῖν, καθάπερ εἴρηται, κἀκεῖ τὰ ζῷα προσιέναι αὐτῷ, πολύ τι πλῆθος οἶμαι πάντων θηρίων. πλεῖστα δὲ ἐν αὐτοῖς εἶναι τούς τε ὄρνιθας καὶ τὰ πρόβατα.

τοὺς μὲν γὰρ λέοντας καὶ τὰ τοιαῦτα διὰ τὴν ἀλκὴν καὶ τὴν ἀγριότητα δυσπιστότερα εἶναι, καὶ τὰ μὲν οὐδ ὅλως πελάζειν, τὰ δ εὐθὺς ἀποχωρεῖν, οὐχ ἡδόμενα τῷ μέλει. τὰ δὲ πτηνὰ καὶ τὰ πρόβατα μᾶλλόν τε προσιέναι καὶ μηκέτ ἀπαλλάττεσθαι: τὰ μὲν οἶμαι διὰ τὸ εὐήθες καὶ τὴν φιλανθρωπίαν, τῶν δὲ ὀρνίθων μουσικὸν δήπου τὸ γένος αὐτὸ καὶ φιλῳδόν. ζῶντος μὲν οὖν Ὀρφέως συνέπεσθαι αὐτῷ πανταχόθεν ἀκούοντα ὁμοῦ καὶ νεμόμενα: καὶ γὰρ ἐκεῖνον ἔν τε τοῖς ὄρεσι καὶ περὶ τὰς νάπας τὰ πολλὰ διατρίβειν: ἀποθανόντος δὲ ἐρημωθέντα ὀδύρεσθαι καὶ χαλεπῶς φέρειν: ὥστε τὴν μητέρα αὐτοῦ Καλλιόπην διὰ τὴν πρὸς τὸν υἱὸν εὔνοιαν καὶ φιλίαν αἰτησαμένην παρὰ Διὸς τὰ σώματα αὐτῶν μεταβαλεῖν εἰς ἀνθρώπων τύπον, τὰς μέντοι ψυχὰς διαμένειν, οἱαῖ πρότερον ἦσαν. χαλεπὸν οὖν ἤδη ἐστὶ τὸ λειπόμενον τοῦλόγου, καὶ δέδοικα πρὸς ὑμᾶς σαφῶς αὐτὸ εἰπεῖν.

ἔλεγε γὰρ ἐξ ἐκείνων γένος τι φῦναι Μακεδόνων, καὶ τοῦτο αὖθις ὕστερον μετὰ Ἀλεξάνδρου διαβὰν ἐνθάδε οἰκῆσαι. καὶ διὰ τοῦτο δὴ τὸν τῶν Ἀλεξανδρέων δῆμον ἄγεσθαι μὲν ὑπὸ ᾠδῆς, ὡς οὐδένας ἄλλους, κἂν ἀκούσωσι κιθάρας ὁποιασοῦν, ἐξεστάναι καὶ φρίττεινκατὰ μνήμην τὴν Ὀρφέως. εἶναι δὲ τῷ τρόπῳ κοῦφον καὶ ἀνόητον, ὡς ἐκ τοιούτου σπέρματος: ἐπεὶ τούς γε ἄλλους Μακεδόνας ἀνδρείους καὶ πολεμικοὺς γενέσθαι καὶ τὸ ἦθος βεβαίους. ἔλεγε δὲ καὶ περὶ τῶν κιθαρῳδῶν τῶν παρ ὑμῖν ἕτερον τοιοῦτόν τινα λόγον.

τὰ γὰρ ζῷα ἐν τῇ συνουσίᾳ τῇ πρὸς τὸν Ὀρφέα τὰ μὲνἄλλα ἥδεσθαι μόνον καὶ ἐκπεπλῆχθαι, μιμεῖσθαι δὲ μηδὲν ἐπιχειρεῖν:

τῶν κυνῶν δὲ ἐνίους, οἱᾶ δὴ γένος ἀναιδὲς καὶ περίεργον ἐπιθέσθαι τῇ μουσικῇ, καὶ μελετᾶν τότ εὐθὺς ἀπιόντας καθ αὑτοὺς καὶ τὰ εἴδη μεταβαλόντας εἰς ἀνθρώπους διαφυλάττειν τὴν ἐπιμέλειαν. εἶναι δὲ τοῦτο αὐτὸ τὸ γένος τῶν κιθαρῳδῶν: διὸ μὴδύνασθαι παντάπασιν ἐκβῆναι τὴν αὑτῶν φύσιν, ἀλλὰ μικρὸν μέν τι διασῴζειν τῆς Ὀρφέως διδασκαλίας, τὸ πολὺ δ αὐτοῖς ἐμμένειν κύνειον τοῦ μέλους. ταῦτα μὲν ἐκεῖνος ἔπαιζεν ὁ Φρύξ. ἐγὼ δ ὑμῖν βούλομαι Λακεδαιμονίων ἔργον εἰπεῖν, ὡς ἐκεῖνοι προσηνέχθησαν ἀνδρὶ κιθαρῳδῷ θαυμαζομένῳ τότε ἐν τοῖς Ἕλλησιν.

ὅτι γὰρ λίαν ἡδὺς ἐδόκει καὶ περιττὸς εἶναι, μὰ Δί οὐκ ἐτίμησαν αὐτόν, ἀλλ ἀφείλοντο τὴν κιθάραν καὶ τὰς χορδὰς ἐξέτεμον, ἀπιέναι προειπόντες ἐκ τῆς πόλεως. ἐκεῖνοι μὲν οὖν τὸ πρᾶγμα οὕτως ὑφεωρῶντο, καὶ ἐφύλαττον τὰ ὦτα, ὡς ἂν μὴ διαφθαρῶσιν αἱ ἀκοαὶ μηδὲ τρυφερώτεραι γένωνται τοῦ δέοντος: ὑμεῖς δὲ οὕτως ἀγεννῶς δεδούλωσθε ὑπὸ τῆς τοιαύτης ἡδονῆς. δἰ ὑμᾶς δὲ ἤδη μοι δοκεῖ τὸ πρᾶγμα καὶ τῶν ῥητόρων ἅπτεσθαι καὶ φιλοσόφων ἐνίων:

μᾶλλον δὲ τοὺς ῥήτορας οὐδὲ γνῶναι ῥᾴδιον. ὡς γὰρ ὁρῶσι τὴν σπουδὴν ὑμῶν τὴν περὶ τοῦτο καὶ τὴν ἐπιθυμίαν, πάντες δὴ ᾅδουσι καὶ ῥήτορες καὶ σοφισταί, καὶ πάντα περαίνεται δἰ ᾠδῆς: ὥστ, εἴ τις παρίοι δικαστήριον, οὐκ ἂν γνοίη ῥᾳδίως πότερον ἔνδον πίνουσιν ἢ δικάζονται: κἂν σοφιστοῦ δὲ οἴκημα πλησίον ᾖ, οὐκ ἔσται γνῶναι τὴν διατριβήν. δοκεῖ δέ μοι, καὶ ἐν τῷ γυμνασίῳ πορϊόντες ἤδη γυμνάσονται πρὸς μέλος καὶ τοὺς κάμνοντας ἰάσονται. περὶ γὰρ τῆς τέχνης καὶ νῦν ἡμῖν διαλέγονται ᾅδοντες. κινδυνεύει δ ὁ βίος σχεδὸν ἅπας γεγονέναι κῶμος εἷς, οὐχ ἡδὺς οὐδὲ πρᾷος, ἀλλ ἄγριος καὶ χαλεπός, ἅμα ὀρχουμένων, τερετιζόντων, μιαιφονούντων.

οἱ δ οὖν Λακεδαιμόνιοι πλεῖστον ὅσον ὑμῶν διέφερον, περὶ ταῦτα, ὡς ἔφην, εὐλαβῶς ἔχοντες.

οἱ μὲν γὰρ ἄρχειν ἦσαν ἱκανοί, καὶ τῶν μὲν Ἑλλήνων προέστησαν πολλὰ ἔτη, τοὺς δὲ βαρβάρους ἐνίκων ἀεὶ πάντας: ὑμεῖς δὲ οὐδὲ ἄρχεσθαι καλῶς ἐπίστασθε. τοιγαροῦν εἰ μὴ τῶν προεστηκότων ἐτύχετε, χαλεπῶς ἂν οἶμαι καὶ ἐσῴζεσθε. τεκμήριον δὲ τὰ τελευταῖα συμβάντα περὶ ὑμᾶς, ὅτε καθ αὑτοὺς ἦτε. οὐχ ὁ μὲν βασιλεὺς ὑμῶν περὶ αὔλησιν ἠσχολεῖτο καὶ μόνῳ τούτῳ προσεῖχεν, ὑμεῖς δὲ πρὸς ἐκεῖνον μὲν ἀπεχθῶς, πρὸς ἀλλήλους δὲ στασιαστικῶς διέκεισθε, χωρὶς ἕκαστοι καὶ καθ αὑτοὺς διαφθείροντες τὰ πράγματα, Σιμάριστοι καὶ τοιαῦθ ἕτερα ἑταιρειῶν ὀνόματα:

ὥστε φυγεῖν αὐτὸν ἠναγκάσατε καὶ μετὰ ταῦτα κατιέναι πολέμῳ καὶ διὰ Ῥωμαίων· καὶ τέλος ἐκεῖνος μὲν αὐλῶν, ὑμεῖς δὲ ὀρχούμενοι τὴν πόλιν ἀπωλέσατε. καὶ νῦν οὕτως ἐπιεικεῖς ἔχοντες ἡγεμόνας εἰς ὑποψίαν αὐτοὺς καθ ὑμῶν αὐτῶν ἠγάγετε, ὥστε ἐπιμελεστέρας χρῆναι φυλακῆς ᾠήθησαν ἢ πρότερον:

καὶ τοῦτο εἴργασθε δι ἀγερωχίαν, οὐκ ἐπιβουλεύοντες. ὑμεῖς γὰρ ἂν ἀποσταίητέ τινος· πολεμήσαιτε δ ἂν ὑμεῖς μίαν ἡμέραν· οὐκ ἐν τῇγενομένῃ ταραχῇ μέχρι σκωμμάτων ἐθρασύνοντο οἱ πολλοί, τινὲς δὲ ὀλίγοι βάλλοντες ὅ, τι ἔτυχον ἅπαξ ἢ δίς, ὥσπερ οἱ καταχέοντες τῶν παριόντων, κατέκειντο εὐθὺς ᾅδοντες, οἱ δ ἐπὶ τοὺς ὁρ´μους ᾔεσαν ὥσπερ ἐν ἑορτῇ πιούμενοι. καὶ μὴν ἐκεῖνο μέμνησθε τὸ γελοῖον ὡς ὁ βέλτιστος ὑμῖν Κόνων ἐχρήσατο προελθών, οὗ μάλιστατὸ πλῆθος ὑμῶν συνειστήκει, καὶ δείξας τινὰ τόπον βραχὺν προηγόρευεν ὡς εἰ μὲν αὐτὸς ἐκεῖ προέλθοι, νενικηκὼς εἰή καὶ δέοι ὑμᾶς ἀπαλλάττεσθαι καθ αὑτοὺς καὶ παραχωρεῖν:

εἰ δ ὑμεῖς, ἔφη, τέτταρα ἢ πέντε βήματα νικᾶτε, κἀγὼ βαδιοῦμαι: ταῦτα δὲ ἔλεγε, φειδόμενος ὑμῶν καὶ καταγελῶν καὶ καθάπερ παισὶ προσπαίζων. ἐπεὶ τὸ στράτευμα ἐφειστήκει κἀκεῖνος οὐδένα εἰά ἅπτεσθαι, γυμνοὺς ἅπαντας ὁρῶν καὶ ἑτοίμους ἀπόλλυσθαι. τί οὖν·

ἐβιάσαντο μετὰ ταῦτα οἱ προπετεῖς καὶ ἀκόλαστοι καὶ ἐπίτηδες ἀνατρέψαι καὶ συγχέαι πάντα ἐπιβουλεύσαντες, καὶ οὐ πρότερον ὑμᾶς ἀνῆκαν ἑώς ἐγεύσασθε πολέμου καὶ τὸ δεινὸν ἄχρι πείρας προῆλθεν. τί δὴ καὶ τούτων ἐπεμνήσθην·

ὅπως εἰδῆτε τὰ φυόμενα ἐκ τῆς περὶ τὸν βίον ταύτης ἀταξίας. οὐ γὰρ ἔστι τοὺς οὕτως ἐπτοημένους περὶ τὰ μικρὰ καὶ μηδενὸς ἄξια, φαύλως καὶ ἀκρατῶς ἔχοντας ἐν τούτοις ἃ πράττουσι καθ ἡμέραν, τἄλλα σωφρονεῖν καὶ περὶ τῶν μειζόνων ὀρθῶς βουλεύεσθαι. ἡ γὰρ τῶντρόπων κουφότης καὶ τὸ ἀλόγιστον οὐκ ἐᾷ μένειν ἐπὶ τοῖς ἐλάττοσιν οὐδ ἔχει μέτρον οὐδὲν ἡ ἄνοια τῶν ἁμαρτημάτων, ἀλλ ἐπὶ πᾶν ὁμοίως πρόεισι καὶ παντὸς ἅπτεται μετὰ τῆς ἴσης εὐχερείας. μὴ οὖν οἰέσθε περὶ μικρῶν εἶναι τὸν λόγον, ὅταν τις ὑμῖν διαλέγηται περὶ τῶν ἐν τοῖς θεάτροις θορύβων.

οὐ γὰρ οὕτως ἡ πενίαταχὺ πέφυκε συμβαίνειν διὰ τὰς κατ ὀλίγον ζημίας, ὡς ἡ κακία πρόεισιν ἐκ τῶν κατὰ μέρος τούτων ἁμαρτημάτων καὶ τελευταῖον ἐπ αὐτὸ τὸ πέρας καὶ τὸν ὄλεθρον αὐξηθεῖσα ἤγαγεν. καὶ ταῦτα μὲν δὴ τὰ περὶ τὸ θέατρον. ἀλλ ὅταν εἰς τὸ στάδιον ἔλθητε, τίς ἂν εἰπεῖν δύναιτο τὰς ἐκεῖ κραυγὰς καὶ θόρυβον καὶ ἀγωνίαν καὶ σχημάτων μεταβολὰς καὶ χρωμάτων καὶ βλασφημίας οἱάς καὶ ὅσας ἀφίετε· εἰ γὰρ μὴ τοὺς ἵππους ἑωρᾶτε ἁμιλλωμένους καὶ τούτους συνήθεις, αὐτοὶ δ ὑπὸ μαστίγων ἠλαύνεσθε τῶν ἐν ταῖς τραγῳδίαις, οὐκ ἂν οὕτως χαλεπῶς διέκεισθε. αὐτὸν γὰρ οἶμαι τὸν Ἰξίονα λῆρον ἀποφαίνετε τὸν ἐν τῷ τροχῷ παρὰ τοῖς ποιηταῖς ἐνδεδεμένον φέρε οὖν, εἰ μεταξὺ θεῶν τις ὑμῖν ἐπιστὰς εἴποι διατεινάμενος, δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα.

τί σφόδρα οὕτω κυκᾶσθε·

τίς ἡ σπουδή· τίς ὁ ἀγών· οὐ γὰρ Πέλοψ ἐστὶν ὁ διώκων, οὐδ Οἰνόμαος οὐδὲ Μυρτίλος, ὁ μὲν δεύτερος ἀπὸ Διὸς γεγονώς, ὁ δὲ Ἑρμοῦ παῖς, οὐδὲ περὶ βασιλείας οὐδὲ γυναικὸς οὐδὲ θανάτου πρόκειται κρίσις, ἀλλ ἔστιν ὁ ἀγὼν ἀνδραπόδων ὑπὲρ τοῦ τυχόντος ἀργυρίου, νῦν μὲν ἡττωμένων, νῦν δὲ νικώντων, ἀεὶ τῶν αὐτῶν: εἰ λέγοι ταῦτα, τί ἐρεῖτε· ἢ δῆλον ὅτι οὐδ ἀκούσεσθε παρ ἐκεῖνον τὸν καιρόν, οὐδὲ ἂν αὐτὸς ὑμῖν ὁ τοῦ Πέλοπος διαλέγηται πρόγονος·

τίνα οὖν εὑρ´ῃ τις ἐπικουρίαν ἢ τίνα ἐξιλάσασθαι δεῖ δαιμόνων· ἔστιν Ὀλυμπίασι κατὰ μέσον τὸν ἱππόδρομον Ταραξίππου Ποσειδῶνος βωμός, ἔνθα μάλιστα συνέβαινε τοὺς ἵππους πτοεῖσθαι καὶ πλεῖστα διαφθείρεσθαι τῶν ἁρμάτων. ἔδοξεν οὖν τοῖς Ἠλείοις ὡς δαιμονίου τινὸς ὄντος ἱδρύσασθαι βωμόν. καὶ τὸ λοιπόν φασιν ἀπ ἐκείνου γεγονέναι τὸν τόπον ἀσφαλῆ. πολὺ δὴ μᾶλλον ἔγωγε ὑμῖν συμβουλεύω τὸν θεὸν τοῦτον ἐξιλάσασθαι καὶ βωμὸν ἱδρύσασθαι τὸν αὐτόν, μὰ Δί οὐχ ὑπὲρ τῶν ἵππων, ἀλλ ὑπὲρ ὑμῶν αὐτῶν, ὅπως μὴ ταράττησθε μηδὲ ἐκπίπτητε τῆς τάξεως.

μὴ γὰρ δαιμόνια πάντ ᾖ τὰ τοιαῦτα καὶ μείζονος δεόμενα ἀποτροπῆς. φασὶν ἀρχαίαν βασιλίδα ἐν Κρήτῃ τῶν Ἡλιαδῶν ἐρασθῆναι ταύρου, καὶ συγγενομένην χαλεπόν τι καὶ μέγα τεκεῖν τέρας. δέδοικα δὴ κἀγὼ τὸν ἱππικὸν τοῦτον ἔρωτα τῆς πόλεως, μή τι δυσχερὲς ὑμῖν καὶ ξένον ἐνέγκῃ τῷ χρόνῳ. Ἀθήνησι δὲ αὐτὸ τοῦτο τὸ ζῷον ἀγαπηθῆναι τὸ καὶ παρ ὑμῖν εὐδοκιμοῦν:

καὶ νῦν ἐστιν ἐν τῇ πόλει τόπος οὕτω καλούμενος Ἵππου καὶ κόρης ἄβατον. τῷ ἵππῳ, καί φασιν οὕτω διαφθαρῆναι τὴν κόρην.

σκοπεῖτε δὲ μὴ καὶ ὑμεῖς ὑπὸ τῆς τοιαύτης ἐπιθυμίας ἀπόλησθε.

ποῖος γὰρ Ὅμηρος ἢ τίς ἀνθρώπων δύναται τὰ συμβαίνοντα εἰπεῖν· οὐ γὰρ οὕτως ἐκεῖνός φησι τὰ ἁρ´ματα ταπεινὰ γίγνεσθαι μεταξὺ καὶ σφόδρα ὑψηλὰ κατὰ τὸν δρόμον, ὡς τὰς ὑμετέρας ψυχὰς ἰδεῖν ἔστι πασχούσας. φησὶ δ οὕτως, ἵν ὑμῖν καὶ χαρίσωμαί τι μικρόν: ἁρ´ματα δ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δ ἀϊ´ξασκε μετήορα, τοὶ δ ἐλατῆρες ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων, κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις. ἐνταῦθα τοὺς μὲν ἡνιόχους πεποίηκεν ἀγωνιστὰς καὶ φιλοτιμουμένους, τοὺς δὲ θεατὰς καθ ἡσυχίαν θεωροῦντας, ὥσπερ καὶ προσῆκε.

μόνον δ ἐπὶ τῷ τέλει φησὶν Αἰάντα τὸν Λοκρὸν ὁρᾶν ἀπρεπέστερον καὶ λοιδορεῖσθαι Ἰδομενεῖ περὶ τῶν ἵππων τῶν Εὐμήλου. οὗτος μέντοι ἐστὶν ὁ περὶ τὴν Ἀθηνᾶν αὖθις ἀσεβήσασἁλισκομένης τῆς Τροίας, καὶ αὐτός τε διὰ τοῦτο κεραυνωθεὶς καὶ τοῦ χειμῶνος καὶ τῆς ναυαγίας τοῖς πᾶσιν αἴτιος γενόμενος. ὁ γὰρ ἐν τοιούτοις θρασὺς καὶ προπετὴς οὐδὲ τἄλλα εἶναι δύναται σώφρων, ὥσπερ καὶ εἶπον ἤδη. τοῦτο μὲν οὖν τοιοῦτον παράδειγμα κακίας καὶ ἀνοίας ὅμοιος ἐκ τῶν τοιούτων ἀνθρώπων τοῖς παρ ὑμῖν ῾πλὴν ὅτι μάχεσθαί γε οὐδεὶς ἱκανός ἐστιν οὐδὲ ἀριστεύειν οὐδὲ αἱρεῖν πόλεις, ὡς ἐκεῖνος ὑμῶν δὲ οὐδεὶς ἐν τῇ θέᾳ καθέστηκεν, ἀλλὰ πολὺ μᾶλλον πέτεσθε τῶν ἵππων καὶ τῶν ἡνιόχων, καὶ γελοίως ἐλαύνετε καὶ ἡνιοχεῖτε καὶ διώκετε καὶ ἡγεῖσθε καὶ πίπτετε.

τοιγαροῦν οὐ κακῶς τις παρεποίησε τῶν σαπρῶν τούτων ποιητῶν: ἁρ´ματα δ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δ ἀϊ´ξασκε μετήορα:

τοὶ δὲ θεαταὶ θώκοις ἐν σφετέροις οὔθ ἕστασαν οὔτε κάθηντο, χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δ ὑπὸ νίκης ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι χεῖρας ἀνίσχοντες μεγάλ εὐχετόωντο ἕκαστοι. ἠϋ´τε περ κλαγγὴ γεράνων πέλει ἠὲ κολοιῶν, αἵτ ἐπεὶ οὖν ζῦθόν τ ἔπιον καὶ ἀθέσφατον οἶνον, κλαγγῇ ταί γε πέτονται ἀπὸ σταδίοιο κελεύθου. οἱ δ ὥστε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν οὖλον κεκλήγοντες, ὅτε προϊ´δωσιν ἰόντα ἵππον, ὃς ἀνθρώποισι φόνον φέρει ἠλιθίοισιν:

ὣς οἱ κεκλήγοντες ἐπ ἀλλήλοισιν ἔπιπτον. ὡς δ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ ἀλωάς, ὡς δ ἀναμαιμάει βαθέ ἄγκεα θεσπιδαὲς πῦρ, πάντῃ δ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ: ὣς οἱ μὲν μάρναντο πυρὸς δέμας: οὐδέ κε φαίης οὔτε ποτ ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην. οἱήπερ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν, ἀνδρῶν κουφονόων, φιλαοιδοτάτων, ἀγερώχων.

ἠχὴ δ ἀμφοτέρων ἵκετ αἰθέρα καὶ Διὸς αὐλάς.

ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον: οἰνοβαρές, κυνὸς ὄμματ ἔχων, κραδίην δ ἐλάφοιο, τί πτώσσεις· τί δ ὀπιπτεύεις κατὰ ἁρ´μ ἐν ἀγῶνι· εἰ δ ἄγε νυν πείρησαι, ἵνα κναφθεὶς ἀποτίνῃς. τὸν δ αὖθ Ἱπποκόων ἀπαμειβόμενος προσέειπε:

τέττα, σιωπῇ ἧσο, ἐμῷ δ ἐπιπείθεο μύθῳ: ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι. τὸν δ ἄρ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος: οὐχ ὁράᾳς οἱο῀ς κἀγὼ καλός τε μέγας τε· ἀλλ ἔπι τοι κἀμοὶ θάνατος καὶ μοῖρα κραταιή. αἲ γάρ πως ὑμᾶς γε καὶ αὐτοὺς ἐνθάδε πάντας ὁπλήεντας ἔθηκε θεὰ λευκώλενος Ἥρη, ὡς μή μοι τρύζητε καθήμενοι ἄλλοθεν ἄλλος. ὣς ἔφαθ: οἱ δ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι. ταῦτα μὲν ὑμῖν ἀπὸ πολλῶν καὶ φαύλων ὀλίγα, ὅπως μὴ μόνοι δοκῆτε εἶναι γελοῖοι.

καὶ μὴν αἰσχρόν ἐστιν, ἄνδρες Ἀλεξανδρεῖς,τοὺς πυνθανομένους περὶ τῆς πόλεως τὰ μὲν ἄλλ ἀκούειν θαυμαστὰ οἱᾶ, περὶ δὲ ὑμῶν αὐτῶν μηδὲν σεμνὸν λέγεσθαι μηδ ἄξιον ζήλου, τοὐναντίον δὲ ὡς φαύλους τοὺς ἀνθρώπους διαβεβλῆσθαι, μίμους καὶ γελωτοποιοὺς μᾶλλον, οὐκ ἄνδρας ἐρρωμένους, ὡς τῶν κωμικῶν ἔφη τις ἐπὶ τοῖς τοιούτοις: ἀκόλαστος ὄχλος ναυτική τ ἀταξία.

ἔστι γὰρ ὅμοιον ὥσπερ εἰ οἰκίαν μέν τις ἴδοι πάνυ καλήν, τὸν δὲ δεσπότην αὐτὸν ἀνδράποδον μηδὲ θυρωρεῖν ἄξιον.

τῷ παντὶ γὰρ κρεῖττον ἐρημίαν καθορᾶν καὶ δεκαπέντε ἀνθρώπους εὐπόρους ἢ πλῆθος ἀνήριθμον ἀνθρώπων ἀθλίων καὶ μαινομένων, ὥσπερ τινὰκόπρον βαθεῖαν ἐν ταὐτῷ νενημένην ἐκ παντοδαπῶν λυμάτων. οὐδὲ γὰρ πόλιν εἴποι τις ἂν ὀρθῶς τὴν ἐκ τοιούτων, οὐδέ γε χορὸν τοὺς ὁποίους δήποτε συνελθόντας, οὐδὲ στρατόπεδον πάντα ὄχλον. οὐδὲ γὰρ τὸ τοῦ Ξέρξου στράτευμα λαμπρὸν ἦν, πλὴν εἰ μή τι διορύττειν ἢ διασκάπτειν ἢ τοιοῦτον ἕτερον ἔργον πράττειν:

οὐδὲ ἡ τῶν Τρώων πόλις εὐδαίμων, ὅτι πονηρῶν καὶ ἀκολάστων ὑπῆρξε πολιτῶν. καίτοι μεγάλη τε καὶ ἔνδοξος ἦν: ἀλλ ὅμως ὁ τῆς Ἰθάκης πολίτης ἐπόρθησεν αὐτήν, τῆς μικρᾶς καὶ ἀδόξου σφόδρα οὖσαν εὐρύχωρον. φοβοῦμαι δὴ μὴ καὶ ὑμεῖς ἀπόλησθε παραπλησίως, εἰ καὶ ψυχρότερόν ἐστιν εἰπεῖν ὅτι κἀκείνην ὑπὸ ἵππου τινὸς φθαρῆναι λέγεται: πλὴν οἱ μὲν ἴσως ὑφ ἑνός, ὑμεῖς δὲ ὑπὸ πλειόνων ἑαλώκατε. μὴ γὰρ τοῦτο μόνον ἡγεῖσθε ἅλωσιν εἶναι πόλεως, ἄν τινες τὸ τεῖχος καταβαλόντες ἀποσφάττωσι τοὺς ἀνθρώπους καὶ τὰς γυναῖκας ἀπάγωσιν καὶ τὰς οἰκίας κατακάωσιν:

αὕτη μὲν ἴσως τελευταία καὶ πρὸς ὀλίγον γιγνομένη καὶ μᾶλλον ἐλεεῖσθαι τοὺς παθόντας ἢ καταγελᾶσθαι παρασκευάζουσα: παρ οἷς δ ἂν ᾖ πάντων ἀμέλεια τῶν καλῶν, ἑνὸς δὲ πράγματος ἀγεννοῦς ἔρως, καὶ πρὸς μόνον τοῦτο ἀποβλέπωσι καὶ περὶ τοῦτο διατρίβωσι πηδῶντες καὶ μαινόμενοι καὶ παίοντες ἀλλήλους καὶ ἀπόρρητα λέγοντες καὶ τοὺς θεοὺς αὐτοὺς πολλάκις λοιδοροῦντες καὶ τὰ ὄντα ῥιπτοῦντες καὶ γυμνοὶ βαδίζοντες ἀπὸ τῆς θέας ἐνίοτε, τοῦτ ἔστιν αἰσχρὰ πόλεως καὶ ἐπονείδιστος ἅλωσις. καὶ γὰρ ἀνθρώπους ἑαλωκέναι φαμὲν οὐχ ὑπὸ λῃστῶν μόνον, ἀλλὰ καὶ ἑταίρας καὶ γαστρὸς καὶ ἄλλης τινὸς φαύλης ἐπιθυμίας.

αἰχμάλωτος οὖν γενέσθαι καλῶς ἂν λέγοιτο καὶ ἀνὴρ καὶ πόλις, ἥτις ἂν τῶν κρειττόνων ἐπιτηδευμάτων ἀφεμένη καὶ μήτε ὁρῶσα μηδὲν μήτε ἀκούουσα τῶν φερόντων εἰς σωτηρίαν, ἀλλ αἱρεθεῖσα ὑπὸ μέθης ἢ ᾠδῆς γυναικῶν ἢ ἁρμάτων ἄγηται καὶ φέρηται καὶ πᾶσα δι ὅλης θορυβῆται περὶ τοῦτο καὶ ἐκφρονῇ: καὶ νὴ Δία ἑαλωκέναι λέγοιτ ἂν καὶ κατὰ κράτος ὃς οὕτως ἑάλωκε καὶ περιηγκωνίσθαι. οὐ γὰρ ἂν μὲν τὸ σῶμά τινος κρατῆται καὶ περιέχηται δεσμοῖς τισιν ἢ φρουροῖς, τὰ δυσχερῆ δεῖ ταῦτα νομίζειν αἰχμαλωσίαν καὶ δουλείαν καὶ ἀπαγωγήν, τῆς δὲ ψυχῆς ἠνδραποδισμένης καὶ ἀπολωλυίας εἰρωνεύεσθαι καὶ ὑποτιμᾶσθαι. καίτοι δεινὰ μέν που καὶ ἐφ ἑκάστων τὰ τοιαῦτα, τῷ παντὶ δὲ αἰσχίω δημοσίᾳ φαινόμενα.

καὶ γὰρ αἱ λοιπαὶ νόσοι μέχρι μὲν τῶν καθ ἕνα εἰσὶν οὐ μεγάλης οὐδὲ φοβερᾶς προσηγορίας τυγχάνουσιν: ὅταν δὲ κοινὸν γένηται τὸ πρᾶγμα, τότε λοιμὸς καλεῖται. καθόλου γὰρ πάντα ἁμαρτήματα εὑρ´οι τις ἂν πανταχοῦ, καὶ οἰνόφλυγες καὶ πόρνοι καὶ γυναιμανεῖς ἐν πάσαις εἰσὶ ταῖς πόλεσιν: ἀλλ οὐδὲν τοῦτο χαλεπὸν οὐδὲ ὑπερβάλλον: ὅταν δὲ ἐπικρατῇ τὸπάθος καὶ βλέπηται κοινόν, τότε ἐπίσημον καὶ μέγα καὶ δημοσίᾳ γίγνεται. ποία γὰρ πόλις ἐστὶ τῶν μὴ σφόδρα ἐρήμων καὶ μικρῶν, ἐν ᾗ μὴ καθ ἡμέραν τις πυρέττει πάντως:

ἀλλὰ Καυνίους μόνον παρείληφε τὸ ὄνειδος, ὅτι πάντες αὐτὸ πάσχουσιν: ὥσπερ καὶ ἀπὸ τῶν βελτιόνων τινὲς ἐθαυμάσθησαν καὶδόξαν ἔσχον. καὶ ταῦθ ὅτ ἀναγκαῖον ἦν αὐτοῖς ἄνδρας ἀγαθοὺς ὑπὲρ τῶν πατρίδων γίγνεσθαι·

τί οὖν μόνοι Λακεδαιμόνιοι τοῦτ ἔσχον τὸ ὄνομα καὶ τῆς δόξης ἀπολαύουσιν ἔτι καὶ νῦν·

ὅτι κοινῇ ἐκτήσαντοτὴν φιλοτιμίαν. τοὺς δὲ Ἀθηναίους τὰ περὶ τοὺς λόγους μᾶλλον ἐπιτηδεύοντας καὶ ποίησιν καὶ χοροὺς ἐπὶ τούτοις αὐτοὺς ἐποίησε θαυμάζεσθαι διὰ τὴν αὐτὴν αἰτίαν. σκοπεῖτε δὲ μὴ ὑμεῖς οὐχ ὁμοίας μεταλάβητε δόξης τοῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ἀλλὰ μᾶλλον ἑτέροις τισίν: οὐ βούλομαι γὰρ ὀνομάσαι. ὅπερ γὰρἤδη πολλάκις εἶπον, αἰσχίω τὰ αἰσχρὰ καὶ καταγέλαστα μᾶλλον, ὅταν ᾖ περὶ τὰς πόλεις. ὥσπερ ἐν ταῖς κωμῳδίαις καὶ διασκευαῖς Καρίωνα μὲν εἰσάγοντες μεθύοντα καὶ Δᾶον οὐ σφόδρα κινοῦσι γέλωτα, τὸν δὲ Ἡρακλέα τοιοῦτον ὁρῶσι γελοῖον δοκεῖ, παραφερόμενον, καὶ καθάπερ εἰώθασιν, ἐν κροκωτῷ, παραπλησίως καὶδῆμος οὕτως μέγας μινυρίζων διὰ βίου καὶ πάλιν ἡνιοχῶν χωρὶς ἵππων αἰσχρὸν γίγνεται καὶ καταγέλαστον.

αὐτὸ γὰρ τοῦτο Εὐριπίδης τὸν Ἡρακλέα φησὶ παθεῖν μαινόμενον: ἐκ τοῦδε βαίνων ἁρ´ματ οὐκ ἔχων ἔχειν ἔφασκε, δίφρου δ εἰσέβαινεν ἄντυγας, κἄθεινε κέντρον δῆθεν ὡς ἔχων χερί. μὴ οὖν καὶ ὑμεῖς κατὰ ζῆλον τὸν ἐπ Ἀλεξάνδρῳ:

καὶ γὰρ αὐτὸς ἔλεγε Διὸς υἱὸς εἶναι. μᾶλλον δ ἴσως οὐχ Ἡρακλεῖ προσέοικεν ὑμῶν ὁ δῆμος, ἀλλὰ Κενταύρῳ τινὶ ἢ Κύκλωπι πεπωκότι καὶ ἐρῶντι, τὸ μὲν σῶμα ἰσχυρῷ καὶ μεγάλῳ, τὴν δὲ διάνοιαν ἀμαθεῖ. πρὸς τοῦ Διὸς οὐχ ὁρᾶτε ὅσην ὁ αὐτοκράτωρ ὑμῶν πεποίηται τῆς πόλεως ἐπιμέλειαν· οὐκοῦν χρὴ καὶ ὑμᾶς ἀντιφιλοτιμεῖσθαι καὶ τὴν πατρίδα κρείττω ποιεῖν, μὰ Δί οὐ κρήναις οὐδὲ προπυλαίοις: εἰς ταῦτα μὲν γὰρ οὐ δύνασθε ὑμεῖς ἀναλίσκειν οὐδ ἂν ὑπερβάλοισθέ ποτε οἶμαι τῆν ἐκείνου μεγαλοψυχίαν: ἀλλ εὐταξίᾳ, κόσμῳ, τῷ δεικνύειν ὑμᾶς αὐτοὺς σώφρονας καὶ βεβαίους.

οὕτως γὰρ ἂν οὔτ ἐπὶ τοῖς γεγονόσι μετανοήσειε καὶ πλείονα ὑμᾶς ἀγαθὰ ἐργάσεται. καὶ ἴσως ἂν αὐτῷ καὶ τῆς ἐνθάδε ἀφίξεως παράσχοιτε πόθον. οὐ γὰρ οὕτως τὸ κάλλος τῶν οἰκοδομημάτων προσάγειν αὐτὸν δύναται:

πάντα γὰρ κρείττω καὶ πολυτελέστερα ἔχει τῶν ὅπου δήποτε: ἀλλ ὅταν ἀκούσῃ τοὺς ὑποδεξομένους αὐτὸν εὐνοίας καὶ πίστεως ἀξίους καὶ τῶν πεμπομένων ἕκαστος καὶ διοικούντων ὑμᾶς προτιμήσῃ. μὴ γὰρ οἰέσθε ὑμᾶς μὲν πυνθάνεσθαι περὶ τῶν καταπλεόντων, ὁποῖοί τινες τυγχάνουσιν ὄντες, καὶ τοιαύτην ἔχειν γνώμην εὐθὺς πρὸς αὐτούς, οἱάς ἂν μετάσχητε τῆς φήμης, ἐκείνους δὲ περὶ ὑμῶν μὴ πολυπραγμονεῖν, ὁποῖος ὁ τῶν Ἀλεξανδρέων δῆμος. οὐκοῦν ἂν ἀκούσωσιν ὅτι φρόνιμος, ἀλλ οὐχ οἱᾶ τὰ νῦν λεγόμενα, ὡς ἐπτοημένος, ὡς εὐχερής, τὰ μικρὰ θαυμάζων, ἥττων τοῦ τυχόντος , ἐραστὴς ἡνιόχων καὶ κιθαρῳδῶν, οὐκ ἄδηλον ὅπως ἕξουσιν. Θεόφιλόν φασι παρ ὑμῖν γενόμενον ἄνδρα σοφὸν σιωπᾶν πρὸς ὑμᾶς καὶ μηδὲν ἐθέλειν διαλέγεσθαι.

καίτοι τίνα γνώμην νομίζετε αὐτὸν ἔχειν· πότερον ὡς σοφοὺς ὑμᾶς καὶ μὴ δεομένους θεραπείας· ἢ μᾶλλον ὡς ἀνιάτων ἀπεγνωκέναι· παραπλήσιον γάρ, ὥσπερ εἴ τις τῶν ἐμπόρων πολλὰ καὶ τίμια ἔχων καταπλεύσειεν εἰς πόλιν, ἔπειθ ὑπ ἀνέμων τινῶν ἢ τύχης ἄλλης κρατούμενος καὶ διατρίβων ἐκεῖ χρόνον συχνὸν μήτε προθείη τῶν ὠνίων μηδὲν μήτε δείξειε μηδέποτε: δῆλον γὰρ ὡς ἐσχάτην τινὰ αὐτῶν πενίαν κατεγνωκὼς ἢ ἀπειρίαν οὐκ ἂν θέλοι μάτηνἐνοχλεῖσθαι, σαφῶς εἰδὼς ὅτι οὔτ ἂν ὠνήσαιτο τῶν ἀνθρώπων τούτων οὐθεὶς οὔτ ἂν ἴσως προσέλθοι. καὶ Θεόφιλος τοίνυν πολλὰ ἔχων καὶ μεγάλα ἔνδον ὤνια παρ αὑτῷ ταῦτα, συνειδὼς ὑμῖν τὴν ἐσχάτην ἀπορίαν, οὐ χρημάτων, ἀλλὰ νοῦ καὶ συνέσεως.

τοιγαροῦν τέθνηκε κατασιωπήσας ὑμῶν τὴν πόλιν, τοῦτ ἔστι καταδικάσας αὐτήν, καὶ ὑμεῖς τοῦ δεῖνος μὲν πολλάκις ἀκηκόατε καὶ διαμέμνησθε τῶν σκωμμάτων αὐτοῦ καὶ τῶν τοῦ δεῖνος ᾀσμάτων, Θεοφίλου δὲ οὐκ οἶδα εἴ ποτε ἠκούσατε: ὥσπερ ἔφη τις τοὺς ἐν τῇ Ἀττικῇ κανθάρους, τοῦ καθαρωτάτου μέλιτος ὄντος, τοῦ μὲν μηδέποτε γεύσασθαι, μηδ ἂν ἐκχέηται, τῆς δὲ ἑτέρας τροφῆς.

ἀλλ ἐστὲ ἱλαροὶ καὶ σκῶψαι πάντων δεινότατοι.

μὴ οὖν σφόδρα οὕτως περιέχεσθετούτου, μηδὲ ἀμούσους καὶ φορτικὰς καὶ ἀμαθεῖς ποιεῖτε τὰς Χάριτας, ἀλλὰ μᾶλλον Εὐριπίδην μιμεῖσθε οὕτω λέγοντα: οὐ δήμου τὸ ἐπιτήδευμα: πόθεν· οὐδὲ πόλεως, ἀλλὰ Θερσίτου τινός: αὐτὸν γοῦν ἐκεῖνον εἴρηκεν Ὅμηρος ἐν τοῖς πᾶσιν Ἕλλησιν ἀφικέσθαι γελωτοποιόν: ἀλλ ὅτι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν ἔμμεναι. ἀλλ οὐ τὸ γελοῖον ἀγαθόν ἐστιν οὐδὲ τίμιον, ἀλλὰ τὸ χαίρειν: ἀπορίᾳ δὲ καὶ ἀγνοίᾳ χαρᾶς ἄνθρωποι διώκουσι γέλωτα. τὴν γοῦν βοτάνην ἀκηκόατε τὴν σαρδόνιον καλουμένην, ἣ γέλωτα μὲν ποιεῖ, χαλεπὸν δὲ τοῦτον καὶ ἐπ ὀλέθρῳ. μὴ παυσαίμην τὰς Χάριτας Μούσαις ἀναμιγνύς, ἁδίσταν συζυγίαν:

ἵνα μὴ τὸ Μουσεῖον ὑμῖν ἄλλως εἶναι δοκῇ τόπος ἐν τῇ πόλει, καθάπερ οἶμαι καὶ ἄλλοι τόποι μάτην προσαγορεύονται, τὸ πρᾶγμα μὴ ἔχοντες μετὰ τοῦ ὀνόματος. ἀλλὰ γὰρ δέδοικα μὴ κἀμοὶ συμβέβηκεν ὅ φασιν Αἰγυπτίων τινὶ τῶν σφόδρα ἀρχαίων μουσικῷ.

ἐκείνῳ γὰρ τὸ δαιμόνιόν ποτε προειπεῖν καθ ὕπνον ὡς εἰς ὄνου ὦτα ᾅσεται. καὶ δὴ τὸν μὲν ἄλλον χρόνον οὐ προσεῖχεν οὐδὲ ἐφρόντιζε τοῦ ὀνείρατος, ὡς οὐδενὸς ὄντος. ἐπεὶ δὲ ὁ τύραννος τῶν Σύρων ἧκεν εἰς Μέμφιν, ἐκπληττομένων αὐτὸν τῶν Αἰγυπτίων ἐκάλεσεν. ἐπεδείκνυτο οὖν πάσῃ προθυμίᾳ καὶ τἀκριβέστερα τῆς τέχνης: ὁ δέ, οὐ γὰρ ἦν οἱ σύνεσις μουσικῆς, ἐκέλευε παύσασθαι αὐτὸν ἀτιμάσας. ὁ δὲ ἀναμνησθεὶς ἐκείνου τοῦ ὀνείρατος, Τοῦτ ἦν ἄρα, ἔφη, τὸ εἰς ὄνου ὦτα ᾅδειν. ὁ δὲ τύραννος ἀκούσας τῶν ἑρμηνέων οἱᾶ ἔλεγεν ἔδει καὶ ἐμαστίγου τὸν ἄνδρα, καὶ τοῦτο πολέμου λέγουσιν αἴτιον γενέσθαι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION