Demosthenes, Speeches 51-61, Ἐρωτικός 61:

(데모스테네스, Speeches 51-61, Ἐρωτικός 61:)

μηδ’ εἰ τῶν ἐντυγχανόντων κρείττων εἶ, μηδὲν τῶν ἄλλων ζήτει διενεγκεῖν, ἀλλ’ ἡγοῦ κράτιστον μὲν εἶναι τὸ πρωτεύειν ἐν ἅπασιν, τούτου δ’ ὀρεγόμενον ὀφθῆναι μᾶλλον συμφέρειν ἢ προέχοντ’ ἐν τοῖσ τυχοῦσιν. καὶ μὴ καταισχύνῃσ τὴν φύσιν, μηδὲ ψευσθῆναι ποιήσῃσ τῶν ἐλπίδων τοὺσ ἐπὶ σοὶ μέγα φρονοῦντασ, ἀλλ’ ὑπερβάλλεσθαι πειρῶ τῇ σαυτοῦ δυνάμει τὴν τῶν εὐνουστάτων ἐπιθυμίαν.

SEARCH

MENU NAVIGATION