호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ μὴν περί γε τῆσ φιλοσοφίασ ἀκριβῶσ μὲν ἕκαστα διελθεῖν ἡγοῦμαι τὸν μέλλοντα χρόνον ἡμῖν ἐπιτηδειοτέρουσ καιροὺσ παραδώσειν· συντόμωσ δ’ εἰπεῖν οὐδὲ νῦν οὐδὲν κωλύσει περὶ αὐτῆσ. ἓν οὖν πρῶτον ἐκεῖνό σε δεῖ καταμαθεῖν ἀκριβῶσ, ὅτι πᾶσα μὲν παιδεία δι’ ἐπιστήμησ καὶ μελέτησ τινὸσ συνέστηκεν, ἡ δὲ φιλοσοφία καὶ μᾶλλον τῶν ἄλλων· ὅσῳ γὰρ φρονιμωτέρουσ ἔχει τοὺσ ἐφεστῶτασ, τοσούτῳ κάλλιον αὐτὴν συγκεῖσθαι προσήκει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기