호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν τοίνυν ἀνδρείαν οὐδὲ γὰρ τοῦτ’ ἄξιόν ἐστιν παραλιπεῖν, οὐχ ὡσ οὐ πολλὴν ἐπίδοσιν ἐχούσησ ἔτι τῆσ σῆσ φύσεωσ, καὶ τοῦ μέλλοντοσ χρόνου πλείουσ ἀφορμὰσ παραδώσοντοσ λόγων τοῖσ ἐπαινεῖν σε βουλομένοισ, ἀλλ’ ὡσ καλλίστων ὄντων τῶν μετὰ ταύτησ τῆσ ἡλικίασ ἐπαίνων, ἐν ᾗ τὸ μηδὲν ἐξαμαρτάνειν τοῖσ ἄλλοισ εὐκτόν ἐστι, σοῦ δ’ ἐπὶ πολλῶν μὲν ἄν τισ καὶ ἑτέρων τὴν ἀνδρείαν διέλθοι, μάλιστα δ’ ἐπὶ τῆσ ἀσκήσεωσ, ἧσ καὶ πλεῖστοι γεγένηνται μάρτυρεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기