호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἱ δὲ δημοκρατίαι πολλά τ’ ἄλλα καὶ καλὰ καὶ δίκαι’ ἔχουσιν, ὧν τὸν εὖ φρονοῦντ’ ἀντέχεσθαι δεῖ, καὶ τὴν παρρησίαν ἐκ τῆσ ἀληθείασ ἠρτημένην οὐκ ἔστι τἀληθὲσ δηλοῦν ἀποτρέψαι. οὔτε γὰρ πάντασ ἐξαρέσασθαι τοῖσ αἰσχρόν τι ποιήσασιν δυνατόν, οὔτε μόνοσ ὁ τἀληθὲσ ὄνειδοσ λέγων λυπεῖ· καὶ γὰρ οἱ μηδὲν ἂν εἰπόντεσ αὐτοὶ βλάσφημον ἄλλου γε λέγοντοσ χαίρουσιν ἀκούοντεσ. ἃ φοβούμενοι πάντεσ εἰκότωσ τῇ τῶν μετὰ ταῦτ’ ὀνειδῶν αἰσχύνῃ τόν τε προσιόντ’ ἀπὸ τῶν ἐναντίων κίνδυνον εὐρώστωσ ὑπέμειναν, καὶ θάνατον καλὸν εἵλοντο μᾶλλον ἢ βίον αἰσχρόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기