호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν οὖν εἰσ γένοσ ἀνήκοντα τοιαῦτα δι’ αἰῶνοσ ὑπάρχει τοῖσ τῶνδε τῶν ἀνδρῶν προγόνοισ. τὰ δ’ εἰσ ἀνδρείαν καὶ τὴν ἄλλην ἀρετὴν πάντα μὲν κατοκνῶ λέγειν, φυλαττόμενοσ μὴ μῆκοσ ἄκαιρον ἐπιγένηται τῷ λόγῳ· ἃ δὲ καὶ τοῖσ εἰδόσιν χρήσιμ’ ἀναμνησθῆναι καὶ τοῖσ ἀπείροισ κάλλιστ’ ἀκοῦσαι, καὶ ζῆλον ἔχει πολὺν καὶ μῆκοσ λόγου ἄλυπον, ταῦτ’ ἐπὶ κεφαλαίων εἰπεῖν πειράσομαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기