Demosthenes, Speeches 51-61, Κατὰ Νεαίρας 163:

(데모스테네스, Speeches 51-61, Κατὰ Νεαίρας 163:)

νῦν μὲν γάρ, κἂν ἀπορηθῇ τισ, ἱκανὴν προῖκ’ αὐτῇ ὁ νόμοσ συμβάλλεται, ἂν καὶ ὁπωστιοῦν μετρίαν ἡ φύσισ ὄψιν ἀποδῷ· προπηλακισθέντοσ δὲ τοῦ νόμου ὑφ’ ὑμῶν ἀποφυγούσησ ταύτησ, καὶ ἀκύρου γενομένου, παντελῶσ ἤδη ἡ μὲν τῶν πορνῶν ἐργασία ἥξει εἰσ τὰσ τῶν πολιτῶν θυγατέρασ, δι’ ἀπορίαν ὅσαι ἂν μὴ δύνωνται ἐκδοθῆναι, τὸ δὲ τῶν ἐλευθέρων γυναικῶν ἀξίωμα εἰσ τὰσ ἑταίρασ, ἂν ἄδειαν λάβωσι τοῦ ἐξεῖναι αὐταῖσ παιδοποιεῖσθαι ὡσ ἂν βούλωνται καὶ τελετῶν καὶ ἱερῶν καὶ τιμῶν μετέχειν τῶν ἐν τῇ πόλει.

SEARCH

MENU NAVIGATION