호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἱ δὲ ἀκούσασαι ἐρήσονται τί οὖν ἐποιήσατε; ὑμεῖσ δὲ φήσετε ἀπεψηφίσμεθα. οὐκοῦν ἤδη αἱ μὲν σωφρονέσταται τῶν γυναικῶν ὀργισθήσονται ὑμῖν, διότι ὁμοίωσ αὐταῖσ ταύτην κατηξιοῦτε μετέχειν τῶν τῆσ πόλεωσ καὶ τῶν ἱερῶν· ὅσαι δ’ ἀνόητοι, φανερῶσ ἐπιδείκνυτε ποιεῖν ὅ τι ἂν βούλωνται, ὡσ ἄδειαν ὑμῶν καὶ τῶν νόμων δεδωκότων· δόξετε γὰρ ὀλιγώρωσ καὶ ῥᾳθύμωσ φέροντεσ ὁμογνώμονεσ καὶ αὐτοὶ εἶναι τοῖσ ταύτησ τρόποισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기