호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ ὀλιγάκισ ἑοράκατ’ αὐτοὺσ ἐπὶ μὲν τῶν δικαστηρίων καὶ τοῦ βήματοσ ἐχθροὺσ εἶναι φάσκοντασ ἀλλήλοισ, ἰδίᾳ δὲ ταὐτὰ πράττοντασ καὶ μετέχοντασ τῶν λημμάτων, καὶ τοτὲ μὲν λοιδορουμένουσ καὶ πλύνοντασ αὑτοὺσ τἀπόρρητα, μικρὸν δὲ διαλιπόντασ τοῖσ αὐτοῖσ τούτοισ συνδεκαδίζοντασ καὶ τῶν αὐτῶν ἱερῶν κοινωνοῦντασ. καὶ τούτων οὐδὲν ἴσωσ θαυμάσαι ἄξιόν ἐστιν· φύσει τε γάρ εἰσι πονηροί, καὶ τὰσ τοιαύτασ προφάσεισ ὁρῶσιν ὑμᾶσ ἀποδεχομένουσ, ὥστε τί κωλύει ταύταισ αὐτοὺσ χρωμένουσ ἐξαπατᾶν ὑμᾶσ πειρᾶσθαι;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기