호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀκούω δὲ καὶ παρὰ τῶν πρεσβυτέρων, ὦ ἄνδρεσ δικασταί, ὡσ ἄρα προσῆκόν ἐστιν ὅλωσ μὲν μηδενὶ μηδεμίαν συγγνώμην ὑπάρχειν παραβαίνοντι τοὺσ νόμουσ, εἰ δ’ ἄρα δεῖ, μὴ τοῖσ συνεχῶσ οὖσι πονηροῖσ μηδὲ τοῖσ ἐπ’ ἀργυρίῳ τοὺσ νόμουσ προϊεμένοισ οὐ γὰρ εἰκόσ, ἀλλ’ οἵτινεσ ἂν διὰ τὴν αὑτῶν ἀπραγμοσύνην ἄκοντέσ τι τῶν γεγραμμένων παραβῶ‐ σιν. ὧν οὐδεὶσ ἂν δήπου Θεοκρίνην τουτονὶ φήσειεν εἶναι, ἀλλὰ τοὐναντίον οὐδενὸσ τῶν ἐν τοῖσ νόμοισ ἄπειρον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기