호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστι δὲ ταῦτα, ὥσπερ ἠκούσατε ἐξ αὐτοῦ τοῦ νόμου, ἐὰν ἐπεξιών τισ μὴ μεταλάβῃ τὸ πέμπτον μέροσ τῶν ψήφων, χιλίασ ἀποτίνειν, κἂν μὴ ἐπεξίῃ <γ’>, ὦ Θεοκρίνη, χιλίασ ἑτέρασ, ἵνα μήτε συκοφαντῇ μηδείσ, μήτε ἄδειαν ἔχων ἐργολαβῇ καὶ καθυφιῇ τὰ τῆσ πόλεωσ. φημὶ δὴ κατὰ ταύτην τὴν ἔνδειξιν ἔνοχον εἶναι Θεοκρίνην τῷ φήναντα Μίκωνα Χολλῄδην μὴ ἐπεξελθεῖν, ἀλλ’ ἀργύριον λαβόντα ἀποδόσθαι τὸ πρᾶγμα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기