- 텍스트

Demosthenes, Speeches 51-61, Ἔνδειξις κατὰ Θεοκρίνου? 7:

(데모스테네스, Speeches 51-61, Ἔνδειξις κατὰ Θεοκρίνου 7:)

πολλαῖς μὲν οὖν ἐνδείξεσιν ἦν ἔνοχος οὑτοσί, καὶ ἅπαντας τοὺς περὶ ταῦτα νόμους ἐφαίνετο παραβεβηκώς: καινότατον δὲ τῶν ἔργων τῶν τούτου τὴν περὶ τὸ πλοῖον φάσιν ηὑρίσκομεν γεγονυῖαν, διόπερ ταῦτα γράψας εἰς τὴν ἔνδειξιν ἔδωκεν ὁ πατήρ μοι. πρῶτον μὲν οὖν τὸν νόμον ὑμῖν ἀναγνώσεται τὸν περὶ τῶν φαινόντων καὶ οὐκ ἐπεξιόντων, ἀλλὰ διαλυομένων παρὰ τοὺς νόμους ἐντεῦθεν γὰρ οἶμαι προσήκειν μοι τὴν ἀρχὴν ποιήσασθαι τοῦ λόγου, εἶτα τὴν φάσιν αὐτὴν ἣν οὗτος ἐποιήσατο κατὰ τοῦ Μίκωνος. λέγε. Νόμος ὁ νόμος οὑτοσί, ὦ ἄνδρες δικασταί, τοῖς προαιρουμένοις ἢ γράφεσθαι γραφὰς ἢ φαίνειν ἢ ἄλλο τι ποιεῖν τῶν ἐν τῷ νόμῳ τούτῳ γεγραμμένων προλέγει διαρρήδην, ἐφ οἷς ἕκαστόν ἐστιν τούτων ποιητέον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION