호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λαβὲ δή μοι καὶ τὰσ τῶν φρατέρων τῶν συγγενῶν τῶν τῆσ μητρὸσ καὶ δημοτῶν μαρτυρίασ, καὶ ὧν τὰ μνήματα ταὐτά. Μαρτυρίαι τὰ μὲν τοίνυν τοῦ γένουσ τοῦ τῆσ μητρὸσ οὕτωσ ὑμῖν ἐπιδεικνύω, καὶ πρὸσ ἀνδρῶν καὶ πρὸσ γυναικῶν ἀστήν. τῇ δὲ μητρὶ τῇ ἐμῇ γίγνεται, ὦ ἄνδρεσ δικασταί, τὸ μὲν πρῶτον ἐκ Πρωτομάχου, ᾧ αὐτὴν ὁ Τιμοκράτησ ὁμομήτριοσ καὶ ὁμοπάτριοσ ὢν ἀδελφὸσ ἔδωκεν, θυγάτηρ, εἶτ’ ἐκ τοῦ πατρὸσ τοῦ ἐμοῦ ἐγώ. ὃν δὲ τρόπον τῷ πατρὶ τῷ ἐμῷ συνῴκησεν, ταῦθ’ ὑμᾶσ ἀκοῦσαι δεῖ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기