호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῖσ χρόνοισ τοίνυν οὕτω φαίνεται γεγονὼσ ὥστε, εἰ καὶ κατὰ θάτερ’ ἀστὸσ ἦν, εἶναι πολίτην προσήκειν αὐτόν· γέγονε γὰρ πρὸ Εὐκλείδου. περὶ δὲ τῆσ μητρὸσ καὶ γὰρ ταύτην διαβεβλήκασί μου λέξω, καὶ μάρτυρασ ὧν ἂν λέγω, καλῶ. καίτοι, ὦ ἄνδρεσ Ἀθηναῖοι, οὐ μόνον παρὰ τὸ ψήφισμα τὰ περὶ τὴν ἀγορὰν διέβαλλεν ἡμᾶσ Εὐβουλίδησ, ἀλλὰ καὶ παρὰ τοὺσ νόμουσ, οἳ κελεύουσιν ἔνοχον εἶναι τῇ κακηγορίᾳ τὸν τὴν ἐργασίαν τὴν ἐν τῇ ἀγορᾷ ἢ τῶν πολιτῶν ἢ τῶν πολιτίδων ὀνειδίζοντά τινι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기