호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτοσ ὧν μὲν ἐγὼ προὐκαλούμην οὐδὲν ἐφρόντισεν, τὴν δὲ ψῆφον εὐθὺσ ἐδίδου τοῖσ παροῦσι τῶν δημοτῶν, οὔτ’ ἀπολογίαν οὐδεμίαν ἐμοὶ δοὺσ οὔτ’ ἔλεγχον οὐδέν’ ἀκριβῆ ποιήσασ. οἱ δὲ τούτῳ συνεστῶτεσ ἀναπηδήσαντεσ ἐψηφίζοντο. καὶ ἦν μὲν σκότοσ, οἱ δὲ λαμβάνοντεσ δύο καὶ τρεῖσ ψήφουσ ἕκαστοσ παρὰ τούτου ἐνέβαλλον εἰσ τὸν καδίσκον. σημεῖον δέ· οἱ μὲν γὰρ ψηφισάμενοι οὐ πλείουσ ἢ τριάκοντ’ ἦσαν, αἱ δὲ ψῆφοι ἠριθμήθησαν πλείουσ ἢ ἑξήκοντα, ὥστε πάντασ ἡμᾶσ ἐκπλαγῆναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기