호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Διονυσόδωροσ δὲ οὔ φησιν ἀδικεῖν δι’ αὐτὸ τοῦτο· οὐ γὰρ δεῖν αὑτὸν ἀποδοῦναι πάντασ τοὺσ τόκουσ, ἐπειδὴ ἡ ναῦσ οὐ κατέπλευσεν εἰσ τὸν Πειραιᾶ. ἡ δὲ συγγραφὴ τί λέγει; οὐ μὰ Δί’ οὐ ταῦτα ἃ σὺ λέγεισ, ὦ Διονυσόδωρε· ἀλλ’ ἐὰν μὴ ἀποδῷσ τὸ δάνειον καὶ τοὺσ τόκουσ ἢ μὴ παράσχῃσ τὰ ὑποκείμενα ἐμφανῆ καὶ ἀνέπαφα, ἢ ἄλλο τι παρὰ τὴν συγγραφὴν ποιήσῃσ, ἀποτίνειν κελεύει σε διπλάσια τὰ χρήματα. καί μοι λέγε αὐτὸ τοῦτο τῆσ συγγραφῆσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기