호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτε μὲν οὖν ἐνθένδε ἀπέστελλον οὗτοι τὴν ναῦν, ἐπιεικῶσ ἔντιμον κατέλιπον τὸν σῖτον· διὸ καὶ ὑπέμειναν ἐν τῇ συγγραφῇ γράψασθαι εἰσ Ἀθήνασ πλεῖν, εἰσ δ’ ἄλλο μηδὲν ἐμπόριον. μετὰ δὲ ταῦτα, ὦ ἄνδρεσ δικασταί, ἐπειδὴ ὁ Σικελικὸσ κατάπλουσ ἐγένετο καὶ αἱ τιμαὶ τοῦ σίτου ἐπ’ ἔλαττον ἐβάδιζον καὶ ἡ ναῦσ ἡ τούτων ἀνῆκτο εἰσ Αἴγυπτον, εὐθέωσ οὗτοσ ἀποστέλλει τινὰ εἰσ τὴν Ῥόδον ἀπαγγελοῦντα τῷ Παρμενίσκῳ τῷ κοινωνῷ τὰ ἐνθένδε καθεστηκότα, ἀκριβῶσ εἰδὼσ ὅτι ἀναγκαῖον εἰή τῇ νηὶ προσσχεῖν εἰσ Ῥόδον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기