- 텍스트

Demosthenes, Speeches 51-61, Πρὸς Καλλικλέα Περὶ Χωρίου Βλάβης? 14:

(데모스테네스, Speeches 51-61, Πρὸς Καλλικλέα Περὶ Χωρίου Βλάβης 14:)

καὶ δὴ κατὰ τοῦτο τὸ χωρίον, ὦ ἄνδρες δικασταί, γενομένης ἐπομβρίας συνέβη τὸ ὕδωρ ἐμβαλεῖν: ἀμεληθὲν δ οὔπω τοῦ πατρὸς ἔχοντος αὐτό, ἀλλ ἀνθρώπου δυσχεραίνοντος ὅλως τοῖς τόποις καὶ μᾶλλον ἀστικοῦ, δὶς καὶ τρὶς ἐμβαλὸν τὸ ὕδωρ τά τε χωρί ἐλυμήνατο καὶ μᾶλλον ὡδοποίει. διὸ δὴ ταῦθ ὁ πατὴρ ὁρῶν, ὡς ἐγὼ τῶν εἰδότων ἀκούω, καὶ τῶν γειτόνων ἐπινεμόντων ἅμα καὶ βαδιζόντων διὰ τοῦ χωρίου, τὴν αἱμασιὰν περιῳκοδόμησεν ταύτην.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION