호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐμβάλλεται μαρτυρίαν ψευδῆ καὶ ἐπιγράφεται μάρτυρασ ἀνθρώπουσ οὓσ οὐδ’ ὑμᾶσ ἀγνοήσειν οἰόμαι, ἐὰν ἀκούσητε, Διότιμοσ Διοτίμου Ἰκαριεύσ, Ἀρχεβιάδησ Δημοτέλουσ Ἁλαιεύσ, Χαιρήτιοσ Χαιριμένουσ Πιθεὺσ μαρτυροῦσιν ἀπιέναι ἀπὸ δείπνου μετὰ Κόνωνοσ, καὶ προσελθεῖν ἐν ἀγορᾷ μαχομένοισ Ἀρίστωνι καὶ τῷ υἱεῖ τῷ Κόνωνοσ, καὶ μὴ πατάξαι Κόνωνα Ἀρίστωνα, ὡσ ὑμᾶσ εὐθέωσ πιστεύσοντασ, τὸ δ’ ἀληθὲσ οὐ λογιουμένουσ, ὅτι πρῶτον μὲν οὐδέποτ’ ἂν οὔθ’ ὁ Λυσίστρατοσ οὔθ’ ὁ Πασέασ οὔθ’ ὁ Νικήρατοσ οὔθ’ ὁ Διόδωροσ, οἳ διαρρήδην μεμαρτυρήκασιν ὁρᾶν ὑπὸ Κόνωνοσ τυπτόμενον ἐμὲ καὶ θοἰμάτιον ἐκδυόμενον καὶ τἄλλ’ ὅσ’ ἔπασχον ὑβριζόμενον, ἀγνῶτεσ ὄντεσ κἀπὸ ταὐτομάτου παραγενόμενοι τῷ πράγματι τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησαν, εἰ μὴ ταῦθ’ ἑώρων πεπονθότα·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기