호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λυσιθείδης γάρ, ὦ ἄνδρες δικασταί, ἑώς μὲν ὁ πατὴρ ἔζη, καὶ ἄνευ ὁρ´κου καὶ μεθ ὁρ´κου ἴσως ἂν οὐκ ἠδίκησεν ἐκεῖνον: ἔμελε γὰρ αὐτῷ ἐκείνου. ἐμοῦ δὲ ἄνευ μὲν ὁρ´κου οὐδὲν αὐτῷ ἔμελεν, μεθ ὁρ´κου δὲ ἴσως ἂν οὐκ ἠδίκησεν διὰ τὸ αὑτοῦ ἴδιον: διόπερ ἀνώμοτος ἀπεφήνατο. ὡς δὲ ἀληθῆ λέγω, καὶ τούτων ὑμῖν τοὺς παραγενομένους μάρτυρας παρέξομαι. Μάρτυρες ὅ τι μὲν καὶ παρὰ τοὺς νόμους καὶ παρὰ τὸ δίκαιον δύναται διαπράττεσθαι Κάλλιππος, ὦ ἄνδρες δικασταί, τῆς μαρτυρίας ἀκηκόατε.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기