- 텍스트

Demosthenes, Speeches 51-61, Περὶ τοῦ Στεφάνου τῆς Τριηραρκίας? 10:

(데모스테네스, Speeches 51-61, Περὶ τοῦ Στεφάνου τῆς Τριηραρκίας 10:)

ἡγοῦμαι τοίνυν, ὅτι μὲν δικαιότατ ἂν στεφανώσαιτ ἐμέ, καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν ὑμᾶς: ὅτι δ οὐκ ἔνεστι μόνοις τούτοις περὶ τοῦ στεφάνου λόγος, τοῦτ ἐπιδεῖξαι βούλομαι. πόθεν οὖν τοῦτο μάλιστ ἔσται δῆλον· ἀφ ὧν αὐτοὶ πεποιήκασιν: σκεψάμενοι γὰρ τὸν ἐξ ἐλαχίστου τριηραρχεῖν βουλόμενον, μεμισθώκασι τὴν λῃτουργίαν. καίτοι πῶς οὐκ ἄδικον τῶν μὲν ἀναλωμάτων ἀφεστηκέναι, τῶν δὲ γιγνομένων δι ἐκεῖνα τιμῶν ἀξιοῦν αὑτοῖς μετεῖναι· καὶ τοῦ μὲν μὴ περιορμίσαι τὴν ναῦν τότε τὸν μεμισθωμένον αἰτιᾶσθαι, τῶν δὲ καλῶς δεδιακονημένων νῦν αὑτοῖς κελεύειν χάριν ὑμᾶς ἔχειν·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION