호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔσθ ὅντιν ὑμεῖς, ὦ ἄνδρες δικασταί, τῶν πρέσβεων ὧν ἔπεμψε Φίλιππος χαλκοῦν στήσαιτ ἂν ἐν ἀγορᾷ· τί δέ· δοίητ ἂν ἐν πρυτανείῳ σίτησιν ἢ ἄλλην τινὰ δωρειάν, αἷς τιμᾶτε τοὺς εὐεργέτας· ἐγὼ μὲν οὐκ οἶμαι. διὰ τί· οὔτε γὰρ ὑμεῖς γ ἀχάριστοί ἐστ οὔτ ἄδικοι ἄνθρωποι οὔτε κακοί. ὅτι πάνθ ὑπὲρ Φιλίππου καὶ οὐδ ὁτιοῦν ὑπὲρ ὑμῶν ἔπραξαν, εἴποιτ ἄν, καὶ ἀληθῆ καὶ δίκαια.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기