- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας? 414:

(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 414:)

ἀλλὰ καὶ πιστεῦσαι Φωκέας ἔδει Φιλίππῳ καὶ ἑκόντας ἑαυτοὺς ἐνδοῦναι, ἵνα μηδεὶς χρόνος ἐγγένηται τοῖς πράγμασι μηδ ἐναντίον ἔλθῃ ψήφισμα παρ ὑμῶν μηδέν. οὐκοῦν ὡς μὲν οἱ Φωκεῖς σωθήσονται, παρὰ τῶν Ἀθηναίων πρέσβεων ἀπαγγελθήσεται, ὥστε καὶ εἴ τις ἐμοὶ διαπιστεῖ, τούτοις πιστεύσας αὑτὸν ἐγχειριεῖ: τοὺς δ Ἀθηναίους αὐτοὺς μεταπεμψόμεθ ἡμεῖς, ἵνα πάνθ, ὅς ἂν βούλωνται, νομίσαντες ὑπάρχειν σφίσι μηδὲν ἐναντίον ψηφίσωνται: οὗτοι δὲ τοιαῦτ ἀπαγγελοῦσι παρ ἡμῶν καὶ ὑποσχήσονται ἐξ ὧν μηδ ἂν ὁτιοῦν ᾖ κινηθήσονται.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION