호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί γὰρ δή ποτ, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός ἐστί σοι, καὶ Θρασυβούλῳ πρώην, τῷ Νικηράτου θείῳ, ἐπὶ μὲν τῆς πρώτης ψήφου οὐδ ὑπακοῦσαι καλούμενος ἤθελες, εἰς δὲ τὸ τίμημ ἀναβὰς ὑπὲρ μὲν ἐκείνων οὐδ ὁτιοῦν ἔλεγες, ἐδέου δὲ τῶν δικαστῶν συγγνώμην ἔχειν σοί· εἶθ ὑπὲρ μὲν συγγενῶν καὶ ἀναγκαίων ἀνθρώπων οὐκ ἀναβαίνεις, ὑπὲρ Αἰσχίνου δ ἀναβήσει, ὅς, ἡνίκ ἔκρινεν Ἀριστοφῶν Φιλόνικονκαὶ δι ἐκείνου τῶν σοὶ πεπραγμένων κατηγόρει, συγκατηγόρει μετ ἐκείνου σοῦ καὶ τῶν ἐχθρῶν τῶν σῶν εἷς ἐξητάζετο·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기