호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ καὶ τὰ τῶν ὑμετέρων συμμάχων ὅπλ’ ἐκείνῳ παραδοὺσ οὑτοσὶ κατηγόρει, καὶ περὶ πορνείασ ἔλεγεν, ὦ γῆ καὶ θεοί, δυοῖν μὲν κηδεσταῖν παρεστηκότοιν, οὓσ ἰδόντεσ ἂν ὑμεῖσ ἀνακράγοιτε, Νικίου τε τοῦ βδελυροῦ, ὃσ ἑαυτὸν ἐμίσθωσεν εἰσ Αἴγυπτον Χαβρίᾳ, καὶ τοῦ καταράτου Κυρηβίωνοσ, ὃσ ἐν ταῖσ πομπαῖσ ἄνευ τοῦ προσώπου κωμάζει. καὶ τί ταῦτα; ἀλλὰ τὸν ἀδελφὸν ὁρῶν Ἀφόβητον. ἀλλὰ δῆτ’ ἄνω ποταμῶν ἐκείνῃ τῇ ἡμέρᾳ πάντεσ οἱ περὶ πορνείασ ἐρρύησαν λόγοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기