- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας? 370:

(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 370:)

νὴ Δί, οἱ νέοι γὰρ ἡμῖν δι ἐκεῖνον ἔσονται τὸν ἀγῶνα βελτίους. οὐκοῦν καὶ διὰ τόνδ οἱ πολιτευόμενοι, δι ὧν τὰ μέγιστα κινδυνεύεται τῇ πόλει: προσήκει δὲ καὶ τούτων φροντίζειν. ἵνα τοίνυν εἰδῆθ ὅτι καὶ τοῦτον ἀπώλεσεν, τὸν Τίμαρχον, οὐ μὰ Δί οὐχὶ τῶν ὑμετέρων παίδων, ὅπως ἔσονται σώφρονες, προορῶν εἰσὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ νῦν σώφρονες: μὴ γὰρ οὕτω γένοιτο κακῶς τῇ πόλει ὥστ Ἀφοβήτου καὶ Αἰσχίνου σωφρονιστῶν δεηθῆναι τοὺς νεωτέρους, ἀλλ ὅτι βουλεύων ἔγραψεν, ἄν τις ὡς Φίλιππον ὅπλ ἄγων ἁλῷ ἢ σκεύη τριηρικά, θάνατον εἶναι τὴν ζημίαν:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION