호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νὴ Δί’, ἀλλ’ ὅπωσ ἔτυχεν ταῦτα τὰ γράμμαθ’ ἕστηκεν. ἀλλ’ ὅλησ οὔσησ ἱερᾶσ τῆσ ἀκροπόλεωσ ταυτησὶ καὶ πολλὴν εὐρυχωρίαν ἐχούσησ, παρὰ τὴν χαλκῆν τὴν μεγάλην Ἀθηνᾶν ἐκ δεξιᾶσ ἕστηκεν, ἣν ἀριστεῖον ἡ πόλισ τοῦ πρὸσ τοὺσ βαρβάρουσ πολέμου, δόντων τῶν Ἑλλήνων τὰ χρήματα ταῦτα, ἀνέθηκεν. τότε μὲν τοίνυν οὕτω σεμνὸν ἦν τὸ δίκαιον καὶ τὸ κολάζειν τοὺσ τὰ τοιαῦτα ποιοῦντασ ἔντιμον, ὥστε τῆσ αὐτῆσ ἠξιοῦτο στάσεωσ τό τ’ ἀριστεῖον τῆσ θεοῦ καὶ αἱ κατὰ τῶν τὰ τοιαῦτ’ ἀδικούντων τιμωρίαι· νῦν δὲ γέλωσ, ἄδεια, εἰ μὴ τὴν ἄγαν ταύτην ἐξουσίαν σχήσετε νῦν ὑμεῖσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기