호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ λέγειν εἴσω τὴν χεῖρ ἔχοντ, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρ ἔχοντα. σὺ δ ἐκεῖ προτείνας καὶ ὑποσχὼν καὶ καταισχύνας τούτους ἐνθάδε σεμνολογεῖ, καὶ λογάρια δύστηνα μελετήσας καὶ φωνασκήσας οὐκ οἰεί δίκην δώσειν τηλικούτων καὶ τοσούτων ἀδικημάτων, κἂν πιλίδιον λαβὼν περὶ τὴν κεφαλὴν περινοστῇς καὶ ἐμοὶ λοιδορῇ· λέγε σύ. Ἐλεγεῖαἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτ ὀλεῖταιαἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων: τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρηΠαλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει. αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίῃσινἀστοὶ βούλονται, χρήμασι πειθόμενοι,δήμου θ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμονὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν. οὐ γὰρ ἐπίστανται κατέχειν κόρον, οὐδὲ παρούσασεὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ. . . . πλουτοῦσιν δ ἀδίκοις ἔργμασι πειθόμενοι. . . . οὔθ ἱερῶν κτεάνων οὔτε τι δημοσίωνφειδόμενοι κλέπτουσιν ἐφ ἁρπαγῇ ἄλλοθεν ἄλλος,οὐδὲ φυλάσσονται σεμνὰ θέμεθλα Δίκης,ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τ ἐόντα,τῷ δὲ χρόνῳ πάντως ἦλθ ἀποτεισομένη. τοῦτ ἤδη πάσῃ πόλει ἔρχεται ἕλκος ἄφυκτον,εἰς δὲ κακὴν ταχέως ἤλυθε δουλοσύνην,ἢ στάσιν ἔμφυλον πόλεμόν θ εὕδοντ ἐπεγείρει,ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην. ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυτρύχεται ἐν συνόδοις τοῖς ἀδικοῦσι φίλαις. ταῦτα μὲν ἐν δήμῳ στρέφεται κακά: τῶν δὲ πενιχρῶνἱκνοῦνται πολλοὶ γαῖαν ἐς ἀλλοδαπήν,πραθέντες δεσμοῖσί τ ἀεικελίοισι δεθέντες. . . . οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδ ἑκάστῳ,αὔλειοι δ ἔτ ἔχειν οὐκ ἐθέλουσι θύραι,ὑψηλὸν δ ὑπὲρ ἑρ´κος ὑπέρθορεν, εὑρ῀ε δὲ πάντως,εἰ καί τις φεύγων ἐν μυχῷ ᾖ θαλάμου. ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει,ὡς κακὰ πλεῖστα πόλει δυσνομίη παρέχει,εὐνομίη δ εὔκοσμα καὶ ἄρτια πάντ ἀποφαίνει,καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας,τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ,αὐαίνει δ ἄτης ἄνθεα φυόμενα,εὐθύνει δὲ δίκας σκολιάς, ὑπερήφανά τ ἔργαπραΰνει, παύει δ ἔργα διχοστασίης,παύει δ ἀργαλέης ἔριδος χόλον: ἔστι δ ὑπ αὐτῆσπάντα κατ ἀνθρώπους ἄρτια καὶ πινυτά.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기