호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτοσ δ’, ἣν βασιλεὺσ καὶ πάντεσ οἱ Ἕλληνεσ ὑμετέραν ἔγνωσαν, Ἀμφίπολιν, ταύτην ἐξέδωκε καὶ ἀπέδοτο καὶ τῷ ταῦτα γράφοντι συνεῖπε Φιλοκράτει. ἄξιόν γ’, οὐ γάρ; ἦν Σόλωνοσ αὐτῷ μεμνῆσθαι. καὶ οὐ μόνον ἐνταῦθα ταῦτ’ ἐποίησεν, ἀλλ’ ἐκεῖσ’ ἐλθὼν οὐδὲ τοὔνομ’ ἐφθέγξατο τῆσ χώρασ ὑπὲρ ἧσ ἐπρέσβευεν. καὶ ταῦτ’ αὐτὸσ ἀπήγγειλε πρὸσ ὑμᾶσ· μέμνησθε γὰρ δήπου λέγοντ’ αὐτὸν ὅτι περὶ δ’ Ἀμφιπόλεωσ εἶχον μὲν κἀγὼ λέγειν· ἵνα δ’ ἐγγένηται Δημοσθένει περὶ αὐτῆσ εἰπεῖν, παρέλιπον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기