호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἔστι ταῦτα, ἀλλ’ ἀπήγγειλα μὲν τἀληθῆ καὶ ἀπεσχόμην τοῦ λαβεῖν τοῦ δικαίου καὶ τῆσ ἀληθείασ εἵνεκα καὶ τοῦ λοιποῦ βίου, νομίζων, ὥσπερ ἄλλοι τινὲσ παρ’ ὑμῖν, καὶ αὐτὸσ ὢν ἐπιεικὴσ τιμηθήσεσθαι, καὶ οὐκ ἀνταλλακτέον εἶναί μοι τὴν πρὸσ ὑμᾶσ φιλοτιμίαν οὐδενὸσ κέρδουσ· μισῶ δὲ τούτουσ, ὅτι μοχθηροὺσ καὶ θεοῖσ ἐχθροὺσ εἶδον ἐν τῇ πρεσβείᾳ, καὶ ἀπεστέρημαι καὶ τῶν ἰδίων φιλοτιμιῶν διὰ τὴν τούτων δωροδοκίαν πρὸσ ὅλην δυσχερῶσ ὑμῶν τὴν πρεσβείαν ἐσχηκότων· κατηγορῶ δὲ νυνὶ καὶ ἐπὶ τὰσ εὐθύνασ ἥκω τὸ μέλλον προορώμενοσ, καὶ βουλόμενοσ ἀγῶνι καὶ δικαστηρίῳ μοι διωρίσθαι παρ’ ὑμῖν ὅτι τἀναντί’ ἐμοὶ καὶ τούτοισ πέπρακται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기