호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ διὰ τί σου κατηγορῶ· συκοφαντῶ νὴ Δία, ἵν ἀργύριον λάβω παρὰ σοῦ. καὶ πότερον κρεῖττον ἦν μοι παρὰ Φιλίππου λαβεῖν, τοῦ διδόντος πολὺ καὶ μηδενὸς τούτων ἔλαττον, καὶ φίλον κἀκεῖνον ἔχειν καὶ τούτους ἦσαν γὰρ ἄν, ἦσαν φίλοι τῶν αὐτῶν κεκοινωνηκότι: οὐδὲ γὰρ νῦν ἔχθραν πατρικὴν ἔχουσι πρός με, ἀλλ ὅτι τῶν πεπραγμένων οὐ μετέσχηκα, ἢ παρὰ τούτων ἀφ ὧν εἰλήφασι μεταιτεῖν, κἀκείνῳ τ ἐχθρὸν εἶναι καὶ τούτοις· καὶ τοὺς μὲν αἰχμαλώτους ἐκ τῶν ἰδίων τοσούτων χρημάτων λύεσθαι, μικρὰ δ ἀξιοῦν παρὰ τούτων αἰσχρῶς μετ ἔχθρας λαμβάνειν·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기